Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
94. ἐκ γὰρ Μουσάωω καὶ ἑκηβόλου Ἀπόλλωνος. ἐνταῦθα περὶ τῶν ἐν οὐρανῷ διαλέγεται. τοῦ γὰρ Ἀπόλλωνος εἰς τὸν ἥλιον ἀναγομένου, φησίν, ὅτι τοῦ ἡλίου καὶ τῆς τῶν ἀστέρων κινήσεως τοιῶνδε ἐμφαινομένων ἐπʼ ἐκείνου, ἐφʼ οὗ ἂν παρηγοροῖέν3 ) τινες τὰ τοιαῦτα, γίνεται καὶ κιθαριστής. ἐπειδὴ δὲ κυρίως μὲν ἀπὸ τῶν ἐν τῇ γεννήσει ἐπιψηφισθέντων συμβαίνουσι τὰ γινόμενα εἰ μὴ γάρ τινι ἐπικλωσθείη τὸ γενέσθαι τοιῷδε, οὐκ ἄν συμβαίη, τέως δὲ καὶ ἀπὸ τῆς ἐνασκουμένης τινὶ τέχνης), διὰ τοῦτο καὶ τὰς Μούσας ἐπήγαγεν, ὡς4) διὰ μὲν τοῦ ζωδίου τῆς τύχης ἐμφαινομένας, διὰ δὲ τῆς ἀσκήσεως τὴν τοιάνδε τέχνην καὶ τὸ πλήρωμα. πάλιν τοῦ Διὸς εἰς βασιλικὸν ἀστέρα ἐμφαινομένου, τοιόσδε γίνεται οὗτος, ἐφʼ οὗ ἂν τοῦτο παρηγοροῖτο5), ἄρχων τυχὸν ἢ βασιλεύς. οὗτος δʼ ἐστὶ μακάριος, ὃν ἡ φιλοσοφία κατακοσμήσει· εἰ γάρ τίς, φησι, νεωστὶ ἐπισυμβάντος πάθους 6) κατατήκοιτο τὴν καρδίαν, ὑπὸ μουσικοῦ ἢ τοιούτου τινὸς θεραπεύεται, οἷον καὶ τὸ ἐπί τινι τῶν βαρβάρων βασιλέων συμβάν. τεθνηκυίας γὰρ αὐτοῦ τῆς συμβίου, καὶ 7) τὴν καρδίαν κοπτόμενος ἀβίωτον εἶναι τοῦτον8 ) τὸν βίον ἐνόμιζε. προσελθόντος δέ τινος αὐτοῦ μουσικοῦ καὶ τὴν [*](1. τὰς δ Cas. λόγων Par. συνά- 5. παρατηροῖτο codd. γει καὶ συνενοῖ Par. 6. ἐπισυμβάντα πάθη Cas. οἷα) [*](2. ἔρα γὰρ ἡ γῆ. ταυτὸν — Vat. συνεκφωνούμενα f. Par. 7. καὶ f. Cas.) [*](3. ἐκείνου οὐ codd. παρατηροῖεν 8. τούτῳ Vat. προελθόντος Cas. Vat. Cas. τὴν δὴν f. Par. εἰ μόνους codd.) [*](4. ὡς μὲν διὰ τοῦ ζωδιακοῦ Par. ἐμφαινομένης codd.)