Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

116. ἤτοι μὲν πρώτιστα χάος ἐγένετο. χάος ἐνταῦθα ἠλληγόρησάν τινες τὸ ὕδωρ παρὰ τὸ κεχύσθαι. πρῶτον μὲν οὖν, φησί, προϋπέστη τὸ ὕδωρ ἡ γῆ τε, τί ἀσφαλὲς κατοικητήριον τῶν ἀθανάτων, ἀθανάτων 2) νοουμένων ἐνταῦθα ἀέρος, ὕδατος, πυρός. καὶ γὰρ κἄν τοῖς κοιλώμασι τῆς γῆς ἔστιν εὑρεῖν ἀέρα3) καὶ πῦρ καὶ ὕδωρ. καὶ τὰ ἀγγεῖα δὲ κἂν ὑγρότητος μὴ ἐμπέπλησται, ἀέρος μεταλαμβάνουσι. κατοικητήριον γοῦν ἐστιν αὕτη τῶν τοιούτων στοιχείων, ἅπερ ἀθάνατα εἶπε διὰ τὸ ἀεὶ εἶναι. ποίων δὲ ἀθανάτων κατοικητήριον; οἵπερ περὶ τὸν ἀέρα εἰσί. προϋπέστη δὲ καὶ4 ) Τάρταρος, ἤγουν ὁ ἀὴρ παρὰ τὸ τεταράχθαι. φύσει γὰρ ὄντος ἀφεγγοῦς καὶ σκοτεινοῦ τοῦ ἀέρος5 ), ὁ ἥλιος φωτίζει τοῦτο τὸ ἀχλυῶδες καὶ σκοτεινόν. καὶ ὥσπερ ἡλίου μὴ φαίνοντος ἐπίκειται ὁμίχλη, ἅμα δὲ τῷ φάνσαι τοῦτον διασκεδάζει, οὕτω καὶ ὁ ἀὴρ φύσει ὢν ζοφερὸς ὑπὸ τοῦ ἡλίου φωτίζεται. ἐπεὶ δὲ ὁ μὲν κατὰ μέσον οὐρανοῦ καὶ γῆς ἀὴρ κἄν ζοφώδης ἐστίν, (ἀποβάλλει τὸν γνόφον, αὐτοῦ φαίνοντος τοῦ ἡλίου,) ὁ δὲ ὑποκάτω τῆς γῆς ἀεὶ ζοφώδης ἐστί, διὰ τοῦτο ἐπήγαγε τὸ μυχῷ χθονὸς εὐρυοδείης, καὶ γὰρ τὸν ὑποκάτω τῆς γῆς ἀέρα συμβαίνει ἀλαμπῆ τινα εἶναι. προϋπέστη δὲ καὶ ὁ ἔρως, τουτέστιν ἡ ἁρμονία καὶ κοινωνία τῶν στοιχείων πρὸς ἄλληλα. τοῦ γὰρ ἀέρος θερμοῦ καὶ ὑγροῦ ὄντος, [*](1. δυνηθεὶς Cas. ἐνταῦθα— ἐξευ- 4. θάνατος ἢ Τάρταρος Vat. ρεῖν f. Par. μὴ δυν. ἀλ. εὑρεῖν Vat. Cas.) [*](2. ἀθανάτων f. Par. 5. ὁ ἥλιος — οὕτω καὶ ὁ ἀὴρ) [*](3. καὶ — καὶ f. Par. δὲ κἂν f. Cas. τούτου φωτίζει τ. α. Par. codd ὑγρότητας Vat. ὑγρότητα ἀχλυῶδες φωτίζεται Cas. διασκε- Par. Cas. αὕτη f Par. δάζεται Cas. ὁ μὲν μέσον codd)

377
τὸ ὕδωρ συμβαίνει μετέχειν1) τῆς τοῦ ἀέρος ὑγρότητος πρὸς τῷ2) καὶ ψυχρὸν εἶναι. πάλιν τοῦ ὕδατος ὄντος ψυχροῦ, συμβαίνει τὴν γῆν ψυχρὰν εἶναι πρὸς τῷ3) καὶ ξηρὰν τυγχάνειν. ὡσαύτως καὶ τὸ πῦρ πρὸς τῷ4) εἶναι θερμὸν καὶ ξηρόν ἐστι, καὶ οὕτως ἀλλήλοις εἰσὶ συνηνωμένα καὶ τῆς ἀλλήλων ποιότητος συμμετέχοντα. καὶ τοῦτό ἐστιν, διʼ ὅπερ καὶ Ὅμηρος παρεισάγει τὸν Δία λέγοντα ὀργιζόμενον τοῖς θεοῖς τὸ ,,σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες“. ἐὰν γὰρ ἡ τάξις καὶ ἡ κοινωνία τῶν στοιχείων ἡ πρὸς ἄλληλα διαλυθῇ, ἥδη καὶ τὸ πᾶν καταλέλυται. τινὲς δέ φασιν Ἔρον νοεῖσθαι καὶ τὸν αἰθέρα. ἐπεὶ γὰρ ὁ ἔρως οὐ μόνον θερμότητός ἐστιν αἴτιος5), ὥσπερ καὶ ὁ αἰθήρ, ἀλλὰ καὶ λύων τὰ μέλη, εἰκότως ἄν κἀπὶ τοῦ αἰθέρος λαμβάνοιτο, ὅς ἔρως, ἤγουν ἡ6 ) κοινωνία τῶν στοιχείων ἡ πρὸς ἄλληλα ἢ ὁ αἰθήρ, δαμάζει τὴν φρόνησιν πάντων τῶν ἀνθρώπων διὰ τὸ μὴ ὑπό τινος δύνασθαι νοεῖσθαι.