56. ἐννέα γάρ οἱ νύκτας. διὰ τούτου δηλοῖ τὸ πολυχρόνιον τῶν μαθημάτων. δεῖ γὰρ τὸν μανθάνοντα πολυχρονίζειν ἐν τοῖς μαθήμασι. καὶ γὰρ ὁ ἐννέα ἀριθμὸς τέλειός ἐστιν. ἐμίσγετο5) γοῦν ταύτῃ τῇ Μνήμῃ Ζεύς, ἤγουν ὁ νοῦς, ὁ τὸ εὖ ζῆν ἡμῖν παρεχόμενος, ἡμέρας ἐννέα διὰ τὸ δεῖν εἶναι τὸν μανθάνοντα πολυχρονίζειν, ἐν τοῖς μαθήμασιν. ἐμίσγετο δὲ χωρὶς τῶν ἄλλων μαθημάτων, ἤγουν χωριζόμενος καὶ καθαρεύων πασῶν αἰσθήσεων. ἀθανάτους δὲ ταύτας λέγει διὰ τὸ ἀεὶ συμπαραμένειν τῇ φύσει καὶ μήποτε μηδὲ6) μίαν ἐκ ταύτης ἀπόλλυσθαι. ἀλλʼ ὁπότε ὁ καιρὸς παρῆλθε τῆς μαθήσεως καὶ ἡμέραι πολλαὶ ἐτελέσθησαν, ἐγέννησεν αὕτη ἡ Μνήμη ἐννέα θυγατέρας, τῶν ἐννέα τούτων εἰς λογικὰς τέχνας ἀναγομένων, αἷς θυγατράσι διὰ φροντίδος ἐστὶ τὸ φροντίζειν καὶ ᾄδειν περὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων, μικρὸν ἀπεχομέναις τοῦ Οὐρανοῦ. καὶ αὐτοῦ γὰρ ἐφικνοῦνται τοῦ Οὐρανοῦ σχεδόν, ἐξετάζουσαι, ὅπου γε ἐν τῷ οὐρανῷ πολλαὶ αὐτῶν7) γίνονται ἐξετάσεις. σὺν αὐταῖς δὲ κατοικοῦσι [*](1. Μνήμη Par. — νοΐ, ἤτοι τῷ 4. δηλῶν — παρεισάγει Cas. Διί Par. ἐγέννησε ἐν τῇ Vat. Cas. 5. ἐμίσγετο — ἐν τοῖς μαθή-) [*](2. μὲν f. Par. ἄρχειν δὲ τ. Par. μασιν f. Par. τῇ ἐλευθερίᾳ Vat Cas. 6. δὲ Par.) [*](3. καὶ f. Par. 7. αὐτοῦ Vat. f. Par.)
373
καὶ αἱ Χάριτες, ἃς Χάριτας σωματοποιοῦσιν οἱ παλαιοὶ τρεῖς ζωγραφοῦντες1 ) γυμνὰς ἐχομένας ἀλλήλων2). εἰσὶ δὲ ταῦτα τὰ ὀνόματα τούτων· Θάλεια, Εὐφροσύνη καὶ Ἀγλαΐα. ταύτας δὲ οὕτως ἐζωγράφουν, δηλοῦντες διὰ μὲν τοῦ τρεῖς γράφειν τὸν χαρίζοντα, τὸν3) χαριζόμενον καὶ αὖθις τὸν ἀντιχαρίζοντα, διὰ δὲ τοῦ γυμνὰς γράφειν τὸ4) δεῖν εἶναι τὸν χαρίζοντα μήτε διὰ φόβον μήτε διὰ κολακείαν μήτε διʼ ἄλλο τι τοιοῦτον χαρίζειν, μηδὲ πρὸς ἀντίχαριν ἀφορῶντα5), ἀλλὰ διὰ τὸ ἔχεσθαι ἀλλήλων, ὅτι ἕπεται τῇ Χάριτι ἡ ἀντίχαρις. τὰ δὲ ὀνόματα ταῦτα ἐπέγραφον ταύταις, ὅτι, εἰ μή τις θάλλει καὶ εὐπορεῖ, τοῦ πράγματος οὐ μεταδίδωσί τινι, ὁμοίως δὲ καὶ ἐπὶ τῆς Ἀγλαίας καὶ ἐπὶ τῆς Εὐφροσύνης. συγκατοικεῖν δὲ τὰς Χάριτας ταῖς Μούσαις φησὶ διὰ τὸ χαρίεν καὶ ἐπιθυμητὸν τῆς σοφίας. αἵ τινες Μοῦσαι διεξιᾶσι καὶ λέγουσι τοὺς νόμους καὶ τὰς ποιότητας καὶ τὰς διαγωγὰς πασῶν τῶν αἰσθήσεων. ἐζωγράφουν δὲ ταύτας ἐπιβαινούσας σφαιρῶν, δηλοῦντες, ὡς δεῖ τὸν μετερχόμενον τὴν φιλοσοφίαν ὀλίγον τι τῶν γηΐνων ἐφάπτεσθαι, ὥσπερ καὶ τὴν σφαῖραν. τοῦτο δὲ δηλοῦντες καὶ ἐν ὄρει γεγεννῆσθαι ταύτας φασί, δηλοῦντες ), ὥσπερ τὸ ὄρος πάντων ὑπερανέστηκε τῶν λοιπῶν, οὕτω δεῖν ὑπεράνω τῶν βιωτικῶν εἶναι καὶ τὸν φιλοσοφοῦντα. αἵ τινες Μοῦσαι πρὸς τὸν οὐρανὸν ἀπήρχοντο, ὑμνοῦσαι τὸν Δία, ἤγουν τὸν πρῶτον νοῦν, τὸν παραγωγέα τῶν τῇδε πάντων. καὶ γὰρ ἐδόξαζον οἱ παλαιοὶ νοῦν εἶναι τὸν7) πρῶτον τὸν τὰ τῇδε πάντα παραγαγόντα. οὗτος δὲ8) ἐμβασιλεύει τῷ οὐρανῷ, ἤγουν οἶδε πάντων τῶν στοιχείων τὰς ποιότητας, νικήσας τὸν πατέρα Κρόνον ἐν τῇ δυνάμει. φασὶ γὰρ τὸν Κρόνον πολλὰ τεκνογονήσαντα πάντα καταφαγεῖν,
[*](1. σωματοποιοῦντες — ἐζωγρά- 5. ἀφορῶσα Vat. διὰ τοῦ ἔχ. φουν Vat. Cas. Vat. Cas. μεταδίδωσί τινι οὐκ ἀν) [*](2. θάλεια δʼ ἐστίν, Εὐφροσύνη ἄλλως χαρίσαιτο ὁμοίως καὶ codd τε καὶ Ἀγλαΐα τὰ ὀνόματα τού- 6 ὅτι ὥσπερ Par.) [*](7. ὸν f. Par. των Vat. Cas) [*](3. αὶ χαριζ. Par 8. δὲ f Par. οἶδε πανταχοῦ Vat.) [*](4. τὸ f Par. Cas. νικήσας γὰρ Cas) 374
μόνον δὲ τὸν Δία τοῦτου ὑπερνικῆσαι, δηλοῦντος τοῦ λόγου, ὅτι ὁ χρόνος, ὅσα ἐνταῦθα παράγει, ταῦτα καὶ ἀφανίζει, μόνης δὲ τῆς ἡμετέρας ψυχῆς καὶ τοῦ νοῦ οὐχ ὑπερισχύει, οὐ γὰρ ἄν ἐκλείψῃ αὕτη ποτέ, μέχρις αὐτὸ τῇδε πᾶν συνεστηκὸς ) περίγειον ἐκλείψῃ. ὃς νοῦς νικήσας τὸν χρόνον πάντα καλῶς ᾠκονόμησε καὶ περὶ πάντων ἐφυσιολόγησεν, ὅτι αἱ ἐννέα Μοῦσαι εἰς ἐννέα λογικὰς ἀνάγονται τέχνας. Κλειὼ μὲν γὰρ ἐφεῦρε ῥητορικήν, Εὐτέρπη αὐλητικήν, Θάλεια κωμῳδίαν, ἐλπομένη τραγῳδίαν, Τερψιχόρη κιθαρῳδίαν, Ἐρατὰ ποίησιν, Πολυμνία γεωμετρίαν, Οὐρανία ἀστρονομίαν, Καλλιόπη τὰ ἔμμετρα ἔπη2 ). τῶν δὲ θ Μουσῶν τὰ ὀνόματα ἀπὸ τῶν τεχνῶν παρητυμολόγηνται. τὸν γὰρ τὴν ῥητορικὴν μετερχόμενον κλείεσθαι, ἤτοι δοξάζεσθαι συμβαίνει, συμβουλεύοντα καὶ ) δικανευόμενον καὶ πανηγυρίζοντα, τὸν δὲ τὴν αὐλητικὴν πολλοὺς τέρπειν τοῖς μέλεσι, τὸν τὴν κωμῳδίαν μετερχόμενον θάλλειν ἐν αὐτῇ τῇ τέχνῃ διὰ τὸ ἀεὶ θάλλειν τῆς ποιήσεως, τὸν δὲ τὴν γεωμετρίαν ἀσκοῦντα πολλοὺς ὑμνεῖν καὶ πολλοῖς ὑμνεῖσθαι, καὶ καθεξῆς ἀπὸ τῆς ἐμφαινομένης πείρας ἔχειν τὸ ὄνομα, ὥσπερ καὶ τὴν Καλλιόπην ἀπὸ τοῦ καλλύνειν τὰ ἔπη ἢ ἀπὸ τοῦ κάλλος ἔχειν4) ὀπός. ἐπεὶ γὰρ εἰς τὰ ἔμμετρα ἔπη ἡ Καλλιόπη ἀνάγεται, δεῖ τὸν ταύτῃ προκείμενον, τὴν γλῶτταν εὐπερίστροφον φέρειν. ὁ δὲ Ἡσίοδος διὰ τοῦτο ταύτην μᾶλλον τῶν ἄλλων ἐγκωμιάζει, ἐπειδὴ ποιητής ἐστιν, καὶ5) ἐπειδὴ ἡ Καλλιόπη, πρὸς ποίησιν ἀνάγεται. αὕτη γάρ, φησίν, ἡ Καλλιόπη ἡ διʼ ἐμμέτρων ἐπῶν προσγινομένη γνῶσις, ἐπακολουθεῖ καὶ τῷ βασιλεῖ, ὅν τινα αὗται αἱ6) λογικαὶ τέχναι κοσμήσωσι, καὶ ὅν τινα εἰσίδωσι γεννώκαὶ μενον, ἤγουν7 ) τινι ἐπικλωσθῇ τὸ γενέσθαι σοφόν. ἢ
[*](1. ἐκλείψῃ f. codd. Εὐτέρπη 5. καὶ f. Cas. πρὸς ποίησιν — αὐλικήν Par. ἡ Καλλιόπη f. Cas. πρὸς τὴν ποιη-) [*](2. τὴν ποίησιν Par. τῶν δὲ — τικὴν Par. Καλλιόπη διʼ — ἀκοὑμνεῖσθαι f. Par λουθεῖ τῷ Par.) [*](3. καὶ f. Cas. 6. αἰ f. Vat. Cas. κοσμήσειαν codd.) [*](4. ὀπός — εὐπερίστροφον φέ- 7. ἤγουν καὶ Par. ἐπικληθῇ Vat. ρειν f. Par. Cas. ἢ ἄλλως Vat. Cas.) 375
ἄλλως ἀπὸ τῶν θ τούτων Μουσῶν τοῖς δ1) ἂν εὕροι τις τὰς δ λογικὰς τέχνας τὰς πρώτας ἐμφαινομένας, τῇ Κλειοῖ τὴν ἀριθμητικὴν, (ἡ γὰρ ἀριθμητικὴ τὰ πλεῖστα εἰς ἓν συνενοῖ καὶ συνάγει καὶ συγκλείει, ἐτυμολογουμένη ἀπὸ τοῦ κλείειν), τῇ Εὐτέρπῃ τὴν μουσικὴν ὡς ἀπὸ τοῦ τέρπειν, τῇ Ἐρατοῖ τὴν γεωμετρίαν, ὡς δῆλόν ἐστι καὶ ἀπʼ αὐτοῦ τοῦ ὀνόματος, (ἔρα2) γὰρ καὶ γῆ ταυτὸν δηλοῦσι συνεκφωνούμενα), τῇ Οὐρανίᾳ τὴν ἀστρονομίαν· καὶ τοῦτο δῆλον ἀπὸ τοῦ ὀνόματος.