Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
775. ἔνθα δὲ ναιετάει. τινὲς οὕτως ἐπειράθησαν [*](1. καὶ οἱ ἀστέρες f. Par. Cas. 5. καὶ ὑποκάτω τῆς γῆς Par. συνῆλθεν Cas. τοῦτο τὸ Par. Cas. κ. ὑπ. τ. χθονὸς Cas. — ἀπὸ τῆς) [*](2. ὃν τρόπον Par. διὰ τῶν β. Cas: γῆς Par.) [*](3. ὥσπερ Par. ἀρχῆς εἶχε τὴν 6. ὁ f. Cas. διαφαίνουσαν χάριν Cas. ἀρχῆς 7. καὶ f. Par. ἄνωθεν δὲ Par. τὴν δ. χ. Par. ἡγεῖται Cas. 8. τὸ κάτω Cas.) [*](4. φησι f. Par.)
780. παῦρα δὲ Θαύμαντος. ὀλιγάκις δέ, φησί, φαίνεται ἡ Ἶρις, ἤτοι τὸ τόξον, ἡ θυγάτηρ τοῦ Θαύμαντος, ἤτοι ἡ θαυμαστή, ἡ ὠκέα, παρόσον3) ἐξαίφνης εἴωθε γίνεσθαι καὶ οὖ διαλύεσθαι. πότε; ὁπότε συμβῇ ἀταξία γίνεσθαι. ὁ δὲ Ζεύς, φησίν, ἐκπέμπει ταύτην ἐνεγκεῖν ὕδωρ, τοῦτο4) δηλοῦντος τοῦ λόγου, ὅτι ἢ προηγησαμένου ὑετοῦ ἢ μέλλοντος γίνεσθαι, εἴωθε φαίνεσθαι ἡ Ἶρις· ὃ ὕδωρ ἀπὸ πέτρας ἠλιβάτου, ἤτοι τοῦ οὐρανοῦ (ἐφ’ οὗ ὁ ἥλιος βαίνει), κατέρχεται.
787. πολλὸν δέ θʼ ὑπὸ χθονός. ἐνταῦθα μέλλει δηλῶσαι, ὅτι τϲ κατερχόμενον ὕδωρ οὐ5) πλέον ἐστὶ τοῦ ὑπὸ γῆς· φησὶ γοῦν, ὅτι τὸ δέκατον κατέρχεται μέρος τοῦ ὕδατος. αἱ μὲν γὰρ θ μοῖραι κατὰ τῆς γῆς χέονται, ἡ δὲ μία κατὰ τὰ ὑποχθόνια. τὸ δὲ διὰ νύκτα μέλαιναν εἶπε, παρόσον συννέφεια εἴωθε γίνεσθαι κατὰ τὸν τοιοῦτον [*](1. συνέστηκε — ἀφʼ ὧν f. Par. 3. ἐξαίφνης f. Par. πότε — ἀναλυομένης Par. ἀταξία γίνεσθαι f Par.) [*](4. λαλοῦντος Cas. ὅτι f. codd.) [*](2. καὶ f. Par. 5 τὸ πλέον Cas.)
803. δεκάτῳ δʼ ἐπιμίσγεται. διὰ τούτου πάλιν δηλοῖ τὸ μὴ δεῖν παντελῶς ἐκβάλλεσθαι τῆς βουλῆς τὸν ἁμαρτήσαντα.
811. ἔνθα δὲ μαρμάρεαί τε. ὅπου, φησίν, αἱ ῥίζαι εἰσὶ καὶ ὁ χάλκεος οὖδος. ἀρηρώς, αὐτοφυής, ἵνα δηλώσῃ, ὅτι, κἂν καὶ μαρμαρέας πύλας φησί, τὴν γῆν αὐτὴν λέγει, αὐτοφυῆ δὲ τὸ ἀπὸ τῆς αὐτῆς γῆς. — πρόσθεν δὲ θεῶν. ἢ ὅτι καὶ ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ ἀστέρες εἰσίν, ἢ ὅτι τὸν Κόττον καὶ τὸν Γύγην ὑπηρέτας τοῦ Διός φησιν, ἤτοι τὸ ἰσχυρὸν2 ) δηλοῦντος τοῦ ὕδατος καὶ τὸ ὑπὸ γῆν εἶναι. καὶ ἀπʼ αὐτῆς τὰς ἀρχὰς εἶναι τῶν ὑδάτων δία γὰρ τὸ ὕδωρ οἱ Δωριεῖς φασιν 3), τὸ ζ εἰς δ τρέποντες, ὡς Ζεὺς καὶ Διὸς ἀπὸ τοῦ δεύειν. τὸν δὲ Βριάρεων γαμβρὸν ἐποίησεν ὁ Ποσειδῶν, τὴν Κυμοπόλειαν γυναῖκα δούς. ὅταν γὰρ ταράσσηται τὸ ὕδωρ καὶ προσαράσσωνται τῇ γῇ τὰ κύματα, τότε τὸ ὕδωρ τὴν οἰκείαν δύναμιν εἴωθεν ἐπιδείκνυσθαι.
820. αὐτὰρ ἐπεὶ Τιτῆνας. ἐπεὶ γοῦν τὰ Ταρτάρια ὕδατα ὑπὸ γῆν κατεκλείσθησαν, ἡ γῆ τὸν Τυφῶνα ἐγέννησεν, ἔστι δὲ πνεῦμα, ἐκ ξηρᾶς ἀναθυμιάσεως4) γινόμενον. εἰκότως οὖν κατακλεισθῆναι πρῶτόν φησι τὰ ὕδατα τὰ ταρτάρια. ἐπεὶ δὲ πάλιν χωρὶς ὑγρότητος οὐκ ἔστι τοῦτο γενέσθαι, φησὶν ἐν φιλότητι τοῦ Ταρτάρου, ἤγουν ὀλίγου ὕδατος ἀπολειφθέντος, οὗ Τυφῶνος αἱ χεῖρές εἰσι δυναταί, ἑκατόν τε κεφαλὰς5) ἔχει δράκοντος. διὰ δὲ τὸ συριγμὸν ἀφιέναι τοῦτο εἶπε. λελιχμότος δὲ διὰ τὸ παρατυχὸν ἀνακουφίζειν εἰς ὕψος. ἐπεὶ δὲ τὸ τοιοῦτον6) πνεῦμα ὅλως πυρῶδές ἐστι, διὰ τοῦτο τὰ ὄμματα τούτου πῦρ λάμπειν φησί. —
[*](1. δέον Cas. αὐτοφυῆ δὲ τὴν 4. γίνεται Cas. σὖν f. Cas. ὅδατα αὐτὸ Par. ταρτάρια Cas. ἔχοντος Par)[*](2. ηλοῦντος Par. ἀπʼ αὐτοῦ Cas. 5.6. ἔχοντοσ πνεῦμα Par. Par. μετακινεῖ —)[*](3. φασιν ὅτι Par. Ζεὺς Δεὺς Par. κατάγει codd.)836. καί νύ κεν ἔπλετο. καὶ δή, φησίν, ἐπεκράτησε τὸ τοιοῦτον πνεῦμα (καὶ γὰρ ἀπὸ τοῦ εἶναι ἰσχυρὸν καὶ ὅλον νέφος μετακινεῖται καὶ ὑπὸ γῆν πολλάκις κατάγεται), εἰ μὴ ὁ Ζεύς, ἤτοι ἡ πρόνοια, ὀξὺ ἐνόησε καὶ ἐβρόντησε μέγα. πνεύματος1 ) γὰρ ὑπὸ τὸ νέφος εἰσερχομένου καὶ κλειομένου ἐν αὐτῷ, μὴ εὑρίσκοντος ἔξοδον, τὸ νέφος στενοχωρεῖται, τὸ δὲ στενοχωρούμενον κινεῖται καὶ κινούμενον ἐκπυροῦται καὶ πυρούμενον εἰς ἀστραπὰς καὶ κεραυνοὺς τὸ τοιοῦτον πνεῦμα διαλύει.
853. Ζεὺς δʼ ἐπεὶ οὖν. ἐπεὶ οὖν κατέστειλε τὸ τοιοῦτον πνεῦμα, οὕτως, ὥσπερ ὅταν τὸ ὄρος καίηται καὶ τὰ ἐν αὐτῷ τοῦ χαλκοῦ μέταλλα ἀναλύωσιν, ἔρριψεν αὐτό, ἤτοι διέλυσεν. ἀπʼ αὐτοῦ δὲ τοῦ Τυφῶνος γεννῶνται ἄνεμοι2) καταιγιδώδεις, βλαβεροὶ ὄντες τοῖς ἀνθρώποις.
881. αὐτὰρ ἐπεί ῥα πόνον. ἐντεῦθεν ἄλλως νοητέον τοὺς Τιτᾶνας. ἐκεῖ μὲν γὰρ εἰς τὰ ὑπὸ γῆν πνεύματά τε καὶ ὕδατα ἠλληγόρηντο, ἐνταῦθα δὲ εἰς τὸ χαλκοῦν γένος, περὶ οὗ καὶ ἐν τῷ περὶ ἔργων καὶ ἡμερῶν φησιν. ἐπεὶ γάρ, φησίν, οἱ μάχαις συζῶντες ἠφανίσθησαν ἄνθρωποι, (τότε, ἐπεὶ τῇ τετάρτῃ γενεᾷ, δηλαδὴ 4) τῇ τῶν ἡραώων, ὁ Ζεὺς ἐβασίλευεν, ἤτοι ὁ νοῦς), ἐγένοντο ἕτεροι, οἳ αὐτῶν βασιλέα τὸν Δία προεστήσαντο, οἵ τινες δὴ μετὰ φρονήσεως ἔζων καὶ βουλῆς.