Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

621. ἔνθʼ οἵγ’ ἄλγεʼ ἔχοντες. ἐδόξαζον οἱ παλαιοὶ ὑπὸ τὸν Τάρταρον εἶναι τοὺς λεγομένους ἀντίποδας, τοὺς1) ἶσον ἡμῖν βαίνοντας· ὃν τρόπον γάρ, ἔλεγον, ἐνταῦθα διάγουσιν ἄνθρωποι, οὕτω καὶ ὑπὸ γῆν εἶναι. ἄλγεα δὲ ἔχοντας εἶπε διὰ τὸ μήτε τοιούτου ἀέρος μήτε ἡλίου ἀπολαύειν, οἵου περ ἡμεῖς.

624. ἀλλά σφεας Κρονίδης. ἐνταῦθα2) δηλοῖ την διὰ τῶν ἑπτὰ πλανήτων συνερχομένην σύγχυσιν τοῦ παντός. ποτὲ μὲν γὰρ διʼ ὕδατος ἐγένετο, οἷον τὸ ἐπὶ τοῦ κατακλυσμοῦ, (ὅπερ μέγαν χειμῶνα οἱ παλαιοὶ ἔφασκον), ποτὲ δὲ διὰ πυρός, οἷον τὸ ἐν τοῖς Σοδόμοις γεγονός, (ὅπερ μέγα θέρος ἔλεγον). ἐνταῦθα γοῦν τοῦτο δηλοῖ, ὅτι ὅτε ἔμελλε τὸ τοιοῦτον γίνεσθαι, ἤγουν ἡ διʼ ὕδατος σύγχυσις τοῦ παντός, τότε τὰ ὕδατα ἐκ τῆς γῆς ἀνήχθησαν, οἷον θελησάσης καὶ ὑπακουσάσης3 ) τῆς γῆς.

629. δηρὸν γὰρ μάρναντο. ἐπὶ πολύν, φησί, χρόνον ἡ τοιαύτη ἀταξία4) ἐγίνετο. οἱ μὲν γὰρ Τιτᾶνες συνἐπιπτον ἀπὸ τοῦ Ὀρύος τῆς ὑψηλῆς, ἤγουν5) ἢ τῆς γῆς, ἣν ἀθροῦμεν, ἢ τοῦ ἀέρος, διʼ οὗ ἀθροῦμεν, οἱ δὲ θεοί, ἤγουν τὰ οὐράνια σώματα, ἀπὸ τοῦ Ὀλύμπου.

639. ἀλλʼ ὅτε δή. τοῦτο πρὸς μὲν τὴν ἔννοιαν οὐ συνᾴδει, πρὸς δὲ ἀστεῖσμὸν εἰς τὸ μέσον ἐτέθη, ἵνα δηλώσῃ, ὅτι ὑδροποτοῦσι καὶ οἱ ἀστέρες. ἀλλʼ ὅτε, φησί, τοῖς ἄστρασι πρὸς συνοχὴν ἐδωρήσατο τὸ ὕδωρ, τότε ὁ Ζεύς, ἤτοι ὁ ἥλιος (ἀπὸ τοῦ ζέειν ἢ ἀπὸ τοῦ εὖ ζῆν [*](1. ἴσως Par.) [*](3. καὶ τῆς Cas.) [*](2. λοῖ — ἐγίνετο f. Par. ὅτε 4. ἐγένετο Par. γὰρ Cas. ἢ διὰ πυρὸς Par. Cas. 5. ἢ f. Par. γῆς ἔφησεν Cas. ἐν Σοδόμοις Cas. γεγοναώς Cas. ἀπὸ Ὀλ. Cas. σθένος Par.)

407
ἡμῖν παρέχειν), καὶ οἱ ἀστέρες συνῆλθον1) τὸ εἰωθὸς ἡμῖν ἐργάσασθαι.

657. ἀλκτὴρ δʼ ἀθανάτοισιν. ἐπεί, φησίν, εἰς φῶς διὰ σοῦ παρήχθημεν (διὰ χρόνου γὰρ τοῦτο γίνεται, ὃν2) τρόπον προειρήκαμεν γίνεσθαί τε καὶ ἀπαρτίζεσθαι διὰ τῆς ιβ ζωδίων διελεύσεως), νῦν πάλιν φυλάξομεν τὸ σὸν κράτος, ἤτοι ὅπερ ἐξ ἀρχῆς εἶχες. ἐντεῦθεν τὰ τότε συμβαίνειν εἰωθότα διηγεῖται.

687. οὐδʼ ἄρʼ ἔτι Ζεύς. ἐντεῦθεν πάλιν καὶ τὴν διὰ τοῦ πυρὸς σύγχυσιν καταλέγει. εὐθέως γάρ, φησί3), κατηνέχθη πῦρ ἐξ οὐρανοῦ καὶ κεραυνοὶ καὶ ἀσραπαί, πάντες τε ἐσκοτίζοντο. πάλιν δὲ ἐπαύθη ἡ τοιαύτη σύγχυσις, καὶ4) τὰ ὕδατα κατεβλήθησαν τοσοῦτον ὑποκάτω τῆς γῆς, ὅσον ὁ οὐρανὸς ἀπέσχε ἀπὸ τῆς γῆς. κέντρου γὰρ λόγον ἡ γῆ πρὸς ὅλον τὸν οὐρανὸν ἐπέχει. ἐλήλαται δὲ καὶ διὰ μέσης τῆς γῆς 5) ὁ οὐράνιος ἄξων, ἡ λεγομένη εὐθεῖα.

727. τριστοιχεὶ. ἡ τῶν τριῶν στοιχείων σκότωσις, ἀέρος, γῆς καὶ ὕδατος, ἢ πολλαπλῶς. ἄνωθεν γὰρ τοῦ Ταρτάρου αἱ τῶν δένδρων ῥίζαι πεφύκασιν.

732. θύρας δʼ ἐπέθηκε. προείπομεν, ὅτι προῆν πάντων τὸ ὕδωρ, οὗ ἡ ὑποστάθμη καὶ τρυγίαν τὴν γῆν ἀπετέλεσε. θύρας γοῦν, ἤτοι γῆν, τὸ ὕδωρ ἐπέθηκεν ἐπʼ αὐτοῖς.

739. τά τε στυγέουσι. ἄνωθεν τοῦ βορείου πόλου τοὺς ἀστέρας εἶναι, τοὺς μηδέποτε κατὰ8) τὸ ὑποκάτω ἡμισφαίριον δύοντας, φησίν, ἐπεὶ καὶ κατὰ τὸ ὑπὸ γῆν ἡμισφαίριον εἰκὸς φαίνειν ἀστέρας, ἀλλʼ οὐ τοιούτους, ἔνθεν ἐστήρικται ὁ ἄξων.