Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

886. Ζεὺς δὲ θεῶν βασιλεὺς. ὁ δὲ Ζεύς, φησίν, ἤτοι ὁ νοῦς, πρῶτον5) συνῆλθε τῇ Μήτιδι. εἰ μὴ γὰρ ὁ νοῦς βουλεύσαιτο καὶ τὸ ἐπαμφοτερίζον εἰς ἒν περιστήσειεν, οὐκ ἄλλως τὸ ἴδιον ἐνεργές. ποίαν Μῆτιν; τὴν πολλὰ εἰδυῖαν. ἐκ γὰρ φρονήσεως καὶ πολυπειρίας τὰ πάντα γινώσκει τις. ἐπεὶ δὲ τὴν Ἀθηνᾶν γεννήσειν ἔμελλεν, ἤτοι τὴν φρόνησιν, τὴν Μῆτιν6 ) κατέπιε, τουτέστι [*](1. πνεύματος — εὑρίσκοντος ἔξο- 4. τῇ f. Par. ἐβασίλευσεν Cas. δον F πνεῦμα — εἰσερχόμενον — νοῦς, ἐπεὶ γὰρ οἱ ἄλογοι καὶ μετὰ κλειόμενον — εὑρίσκον codd. στε- θυμοῦ ζῶντες ἐφθάρησαν ἄνθρω- όοχωρεῖ Cas. ἀστραπὴν — κεραυ- ποι Cas. ἐπεὶ γ. οἱ μετ. θ. Par. Ζεὺς δὲ θ. β. f. codd. ννν Par.) [*](2. καταιγιώδεις Cas. καταιγιδαώ- 5. εἰσῆλθε codd. βουλεύσεται σεῖς Par. βλαβεραὶ οὖ σαι Par. codd. ἐνεργεῖ Par.) [*](3. τε f. Par. 6 κατέπινεν Cas.)

411
τὴν ἐπαμφοτερίζουσαν τούτου βουλὴν εἰς ἓν περιέστησε καὶ1) τὸ εὔνομον ἀπεγέννησε.

891. Γαίης φραδμοσύνῃσι. ἐπεὶ γὰρ οἱ ἐν ἡμῖν νόες τοῦ πρώτου νοός εἰσιν ἀπόρροιαι, τὸν δὲ οὐρανὸν τῷ πρώτῳ νοῒ2 ) ἀπονέμουσι (φασὶ δὲ καὶ σύνευνον τὴν γῆν οὐρανοῦ), καλῶς εἶπε δηλονότι, ἄνωθεν πηγασάσην τὴν βουλήν.

894. ἐκ γὰρ τῆς εἵμαρτο. εἰ μὴ γὰρ ἡ Ἀθηνᾶ, ἤγουν ἡ φρόνησις καὶ τὸ συνετὸν διακριτικόν, ἐγεννήθη, ἔμελλεν ἡ ἀβουλία προελθεῖν, ἣν καὶ ὑπέρβιον διὰ τὸ ἀναιδὲς εἶπεν. Ἀθηνᾶν δὲ ποίαν; τὴν γλαυκῶπιν, ἤτοι τὴν λαμπρυντικήν (γλαύσσω γὰρ τὸ βλέπω), ἢ τὴν καταπληκτικὴν παρὰ τὸ γλαυκοὺς ὦπας ἔχειν (καὶ3) γὰρ τὰ φοβερώτατα τῶν θηρίων τοιούτους ὀφθαλμοὺς ἔχειν φασίν), ἣν Τριτογένειαν εἶπε, παρόσον ἐκ τῆς Τριτοῦς, ἤτοι ἐκ τῆς κεφαλῆς γεννᾶται.4) οἱ Κρᾶτες γὰρ τὴν κεφαλὴν Τριτώ φασιν.

901. δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν. ἔπειτα μετὰ5) τὸ τὴν φρόνησιν γεννηθῆναι ὑπʼ αὐτοῖ, παρήχθη καὶ ἐφάνη τὸ δίκαιον, ὃ καὶ τὰς Ὥρας γεγέννηκε, τὴν ὐνομίαν, τὴν Δίκην καὶ τὴν Εἰρήνην. δικαίου γὰρ πολιτευομένου καὶ διαγωγὴν 6) καλλίστην ἔστιν ἰδεῖν καὶ δικαιοσύνην καὶ εἰρήνην. ἃς Ὥρας εἶπε διὰ τὸ ἐπιτηρεῖν τὰ ἔργα τῶν ἀνθραώπων. ἐγέννησε δὲ καὶ τὰς Μοίρας7) αὐτάς, τὴν διανέμησιν τῶν ἀνηκόντων ἑκάστοις 8), ὃ πρῶτον δίκαιόν ἐστιν. αἷς οἰκεῖα καὶ τὰ ὀνόματα παρὰ τὸ ἐπικλωθόμενον καὶ ἐπιλαγχάνον τινὶ τοῦ λοιποῦ ἀμετάτροπον εἶναι. ἡγάγετο καὶ τὴν Εὐρυνόμην, ἤτοι τὴν εὐρεῖαν διαγωγήν. φρονήσεως γὰρ προηγησαμένης, τὰ πάντα συμβαίνει καλά, ἣν κόρην τοῦ Ὠκεανοῦ εἶπε παρὰ τὸ τὴν τοιαύτην εὔροιαν ὠκέως ἐν τῷ βίῳ νοειν ἡμῶν, ἥ τις [*](1. τὴν Εἱμαρμένην Par 5. τὸ f. Cas.) [*](2. νέμουσι Par. καὶ f Par. καὶ 6. καλὴν Cas. εἷπε Par. τῆς βουλῆς Cas. 7. αὐτή Cas.) [*](3. γὰρ f. Cas. ἤτοι τῆς κεφ. Cas. 8. ἐκάλεσεν, τὸ Par. ἑκάστων) [*](4. οἱ Κρᾶτες — φασιν f. Par. Cas ἀμετάτρεπτον Par.)

412
ἐγέννησε τὰς Χάριτας, περὶ ὧν προειρήκαμεν ἐν ἀρχῇ, αἵ τινες1) χαροπαί εἰσιν.

912. Δήμητρος. εἰ μὲν2) τὸν Δία ἐπὶ τοῦ νοὸς ἐθέλεις λαβεῖν, οὕτω νοεῖται, ὅτι ὁ Ζεύς, ἤτοι ὁ νοῦς, ἐφεῦρε καὶ τὸ σπείρειν εἰς γῆν. εἰ δʼ ὡς ἐν κεφαλῇ, οὕτως ὁ Ζεύς, ἢ τὸ ὕδωρ ἢ ὁ ἥλιος, (βέλτιον δὲ τὸν ἥλιον νοεῖν), συνελθὼν3) τῇ Δήμητρι, ἤγουν τὴν γῆν πυρώσας, ἔπεισε γεννῆσαι τὴν Περσεφόνην, ἤτοι τὴν θρεπτικὴν δύναμιν (φερβοσύνην τινὰ οὗσαν), συντεθειμένην ἀπὸ τοῦ φέρβω τὸ τρέφω καὶ τὸ φονεύω, οἱονεὶ4) φονεύεται κρυπτόμενος ὑπὸ γῆν ὁ καρπούμενος. ἣν Περσεφόνην τὸν Ἅιδην εἶπεν ἁρπάσοι, παρόσον ὑπὸ γῆν κρύπτεται καὶ πρὸς καιρὸν ἀφανίζεται, ἣν αὖθις ὁ Ζεύς, ἤτοι ὁ ἥλιος, ἀναφανῆναι πεποίηκε. πάλιν γὰρ ἀναδίδοται καὶ αὐξάνει.

915. δʼ ἐξαῦτις. πάλιν5) ἠγάγετο τὴν Μνημοσύνην. δεῖ γὰρ καὶ μνήμης τῷ νοΐ, ἀφʼ ἧς μνήμης αἱ Μοῦσαι, ὡς προείπομεν, ἐγένοντο.

918. δʼ Ἀπόλλω να. ἡ Λητὼ δέ, φησίν, ἤτοι ἡ νὺξ ἐγέννησε τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν, τὸν ἥλιον δηλονότι καὶ τὴν σελήνην, ἣν κελαδεινήν φησι διὰ τοὺς6) ἐπὶ τῇ γεννήσει ταύτης ἐγγινομένους κελάδους, ἰοχέαιράν τε διὰ τὰς ἐξ αὐτῆς ἀκτινοβολήσεις, κυνηγέτιδα δέ, παρόσον δοκεῖ πλησιάζουσα τοῖς ὄρεσι κυνηγετεῖν.

924. αὐτὸς δʼ ἐκ. ὁ Ζεὺς τῇ Μήτιδι συνελὼν τὴν φρόνησιν ἀπεγέννησεν, ἣν καὶ ἀγελείαν φασὶ διὰ τὸ ἄγη ἐλαύνειν, ἢ διὰ τὸ εἶναι πολεμικήν, ἄγειν τὰς λείας7).

921. λοισθοτάτην δʼ Ἥρην. αὐτὴ8 ) δʼ ἐγέννησε τὴν Εἰλείθυιαν, ἤτοι τὴν γεννητικὴν δύναμιν καὶ τὴν εἰς τὸ εἶναι ἔλευσιν καὶ9) προαγωγήν, καὶ τὴν Ἥβην καὶ τὸν [*](1. χαροποιεῖς Cas. 7. Nach λείας ἐγέννησε δὲ ἡ τὸν Δία Par. ὡς κεφαλὴν Λητώ, ἤτοι ἡ νύξ, τὸν ἥλιον καὶ τὴν σελήνην, μιγεῖσα τῷ Διί, ἤτοι) [*](3. υνῆλθε Cas. οὖσαν f. Par. τῷ ἡλίῳ, ἤγουν ἐμπιπλομένου ἡλια- συντεθειμένην δὲ Cas. κοῦ φωτός Par. Cas. ἐμπιπλαμένη) [*](4. οἷονεὶ γὰρ codd. Par) [*](5. ἥγετο Cas. 8. αὕτη Cas.) [*](6. ἐπὶ γεννήσει Cas. 9 προαγμένην Cas.)

413
Ἄρην, ὅτι ὑπὲρ εὐαερίας καὶ περὶ χωρῶν λιπαρῶν ὁ πόλεμος γίνεται. τινές φασιν, ὅτι1) μετὰ τὸ τοὺς παλαιοὺς ἐμπλησθῆναι εἰς κόρον πάντων τῶν βιωτικῶν τὰ περὶ ἀέρος καὶ τῶν ἄλλων ἐπετηδεύσαντο. ἢ καὶ οὕτως. τὴν Ἥραν σύζυγόν φασι τοῦ Διός, ὅτι ὁ ἀὴρ τῷ αἰθέρι ὑπόκειται, καθώς καὶ ἡ γυνὴ τῷ ἀνδρί. ὁ ἀὴρ δὲ τῷ αἰθέρι συνεφιλιώθη, ἀρχὴν2) διελὼν τοῦ περιδρόμου κύκλου, φθάσας τὸ κέντρον, ἔνθα δʼ ἀρχὴ καὶ τέλος.

[*](1. μετὰ τοὺς Cas. 2. ἀρχὴν — καὶ τέλος f. Par.)