Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
514. ὑβριστὴν δὲ Μενοίτιον. ἐνταῦθα παραδηλοῖ τὴν μετὰ τοῦ4) λογικοῦ μάχην τοῦ θεοῖ, ὃν διὰ τοῦ Μενοιτίου παραδηλοῖ. γίνεται γὰρ ἐκ τοῦ μένω. νικήσας δέ, φησίν, ὁ Ζεύς, ἤτοι αὐτὸ τὸ λογικὸν, τὸν Μενοίτιον, ἤτοι τὸν θυμόν, κατέπεμψεν εἰς Ἕρέθους, ἤγουν ὑπέταξε.
517. Ἄτλας δʼ οὐρανόν. ὁ δὲ ἄξων, φησί, βαστάζει τὸν οὐρανὸν ἐν πείρασι5 ) τῆς γῆς, ἤτοι ἐν γῇ ἐρηρεισμένος. πρόπαρ Ἑσπερίδων λιγυφώνω ν. ἐνταῦθα 6) διʼ οὐδὲν ἄλλο τι τὰς Ἑσπερίδας εἰσήγαγεν, ἀλλʼ ἵα δηλώσῃ, περὶ ὃν τόπον εἰσί. πρῶτον δὲ ἀπένειμε7 ) ταύταις τὸν ὠκεανόν. ὠκεανὸν δὲ ὅταν ἀκούσῃς λεγόντων τῶν ποιητῶν, μὴ ἄλλο τι νόει, ἀλλʼ ἢ τὴν τοῦ ἡμισφαιρίου8) περίληψιν, ἤγουν ἀπὸ τοῦ βορείου πόλου μέχρι τοῦ νότου ὁ ἄξων διελήλαται. ἐστήρικται δὲ κἀν τῇ γῇ. ἐν μὲν [*](1. τῇ ψυχῇ Par. Cas. 6. οὐ διʼ ἄλλο Cas.) [*](2. κατὰ τῶν ἀνθρώπων Par. 7. ταύταις F. ταύτῃ Cas. f. Par.) [*](3. ἀλήθειαν Par. παραπίπτει — ὡκεανὸς δὲ — ἀκούῃς Cas. ὑστεροβουλίαν Par. 8. περίσχησιν Cas. βορείου ὁ) [*](4. λογιστικοῦ Par. νικηθεὶς Cas. ἄξων μέχρι τοῦ νότου διελήλαται Ἐρέβη Par. Cas. πόλου Cas. βορείου μέρους) [*](5. γαίης Cas. μέχρι τοῦ νότου ὁ ἄξων δ.π. Par.)
521. δῆσε δʼ ἀλυκτοπέδῃσι. ὁ δὲ Ζεύς, φησίν, ἤτοι ὁ πρῶτος νοῦς, ἔδησεν ἐν ἀλυκτοπέδῃσιν, ἤτοι ἐν σώμασι, τὸν Προμηθέα, οὐ γὰρ χωρὶς σωμάτων παρήγαγε τὴν ψυχήν.
522. μέσον διὰ κίονʼ ἐλάσσας. ἐνταῦθα1) συνέπεται τοῖς τὸ ἡγεμονικὸν περὶ τὴν καρδίαν λέγουσιν ἐγκαθιδρεύεσθαι. διὰ γὰρ τοῦ εἰπεῖν „μέσον2) κίονʼ ἐλάσσας“, τοῦτο μόνον οὐχὶ ὑπεδήλωσεν.
523. καί οἱ ἐπʼ ἀιετὸν ὦρσε. ἐπήγειρε δὲ τῷ νοῒ καὶ ἀετόν, ἤτοι τὰς βιωτικὰς μερίμνας καὶ φροντίδας, αἵ τινες τὸ ἧπαρ αὐτοῦ κατεσθίουσιν, ὅπερ πάλιν ἐν τῇ νυκτὶ ἀνακτᾶται καὶ ψυχαγωγεῖται· ἐν γὰρ τῇ νυκτὶ3) πάντων ἀπαλλαττόμεθα καὶ σχολάζομεν, ὃν ὄρνιν ἀετόν, ἤτοι τὰς μερίμνας, ἀνῄρηκεν ὁ Ἡρακλῆς, ἤτοι ὁ θάνατος. καὶ ἄλλως τοῦτό φασιν. ἐπήγειρε4) δέ, φησί, τούτῳ ὁ Ζεὺς ἀετόν, τὴν τοῦ νοὸς δηλαδὴ ὀξύτητα, ἥ τις διεγείρει τοῦτον καὶ ἐσθίει τὸ ἧπαρ, ἤτοι τὴν περὶ τὸ ἧπαρ ἐγκειμένην ἐπιθυμίαν, ἥτις πάλιν κατὰ τὴν νύκτα αὔξεται καὶ5) λανθάνει τὸν νοῦν. ἣν διέλυσε καὶ ἠφάνισεν ὁ Ἡρακλῆς, ἤγουν ὁ ἥλιος. καὶ γὰρ ἆθλα τούτου τὴν διὰ τῶν ιβ ζωδίων διέλευσίν φησιν. ὁ ἥλιος γοῦν, ἤγουν ἡ τοῦ χρόνου περίοδός6) ποτε κατέσχε καὶ ἠφάνισε ταύτην. οὐκ ὠργίζετο δὲ ὁ Ζεὺς τῷ Ἡρακλεῖ διὰ τὸ ἀντιτάττεσθαι τούτῳ· τῷ γὰρ παραγαγόντι7) ὁ ἀφανίσας τοῦτο ἀντιτάσσεται. εἰκὸς δὲ ὡς ἄνθρωπον σεμνὸν καὶ τοῦτον ἀφανισθῆναι.
535. καὶ γὰρ ὅτʼ ἐκρίνοντο. πρῶτον, φησί, οἱ θεοί, μετὰ τῶν ἀνθρώπων ὁμοζωίαν ἐκέκτηντο. τοῦτο δὲ ὑπεμφαίνει, καὶ ἐν τῷ περὶ ἔργων καὶ ἡμερῶν8), ᾗ περὶ τοῦ χρυσοῦ λέγει γένους. τότε δὲ ἀπʼ ἀλλήλων διεκρίθησαν [*](1. συνεπτέον Cas. ταῖς καρδίαις 5. λανθάνεται Cas. Cas. ἐγκαθιδρεύεσθαι Par. 6. ποτε f. Par.) [*](2. ίονα ἐλάσας Par. 7. τὸ ᾐφανίσθαι Cas.) [*](3. πάντα Cas. 8. ἐν ᾐ Par.. ἡμερῶν, περὶ Cas.) [*](4. δὲ τοῦτο Cas. ὅτε δὲ codd.)
562. ἐκ τούτου δὴ ἔπειτα. ἐκ τότε γοῦν ἀπέκρυπτε τὴν τοῦ πυρὸς χρῆσιν καὶ τὰς διὰ τούτου κατασκευαζομένας τέχνας. ἀλλʼ ἀνακτηθεὶς πάλιν ὁ πρῶτος νοῦς δέδωκε τοῖς ἀνθρώποις τὴν χρῆσιν τοῦ πυρός, διὰ τοιούτων ὀργάνων ἐπιτηδείων εἰς τοῦτο.
570. αὐτίκα δʼ ἀντὶ πυρός. αὐτίκα δέ, φησίν, ὁ Ἥφαιστος ἐποίησε γυναῖκα, ἤγουν τὴν ἔντεχνον ζωήν, τὴν κατὰ τέχνην ἐγγινομένην τινί, ἣν ἔντεχνον ζωὴν τὸ πῦρ κατασκευάζει. γυναῖκα δὲ εἶπε διὰ τὸ ἀσθενεῖς κατὰ ψυχὴν καὶ ἀλόγους τοὺς ἀνθρώπους ποιεῖν. ἐκόσμησε δὲ ταύτην ἡ Ἀθηνᾶ, ἤτοι ἡ φρόνησις. τὰ δὲ λοιπὰ τοῦ μύθου καὶ τὰ ἑξῆς περὶ γυναικῶν καὶ ἄλλως5 ) ἂν νοηθεῖεν. ἀπέκρυψε δέ, φησίν, ὁ Ζεύς, ἤτοι ὁ ἥλιος, τὴν τοῖ πυρὸς χρῆσιν, ἤγουν ἐποίησε τοὺς ἀνθρώπους μὴ γινώσκειν, ὅτι ἐξ αὐτοῦ πορίζεται τὸ πῦρ, ἕως οὗ ὁ Προμηθεὺς μετὰ δόλου τοῦτο ἔκλεψεν.
617. Βριάρεῳ δʼ ὡς πρῶτα. τινὲς μὲν ἐπειράθησαν τοὺς τρεῖς εἰς ἓν6) συναγαγεῖν καὶ λαβεῖν ἐπὶ τοῦ ὕδατος τοῦ ὑπὸ γῆς7 ), ὅτι ὁ Ζεύς, ἤτοι ὁ πρῶτος νοῦς, τὸν [*](1. οῖς θεοῖς f. Par. μετὰ τὸ 5 ἄλλως δʼ ἂν Cas. ἀπέκρυπτε ταῦτα Cas. φησιν — ἐποίει Cas.) [*](2. τούτῳ f. Cas. 6. ἀγαγεῖν Cas.) [*](3. εἶχεν f. Par. θρεπτήριον Cas. 7. Nach γῆς: καί φησιν ὅτι ὁ ἐπαγωγὸν καὶ — σὺν αὐτῷ τοι- Cas. καί φησιν ὁ Par. ληπτέον ούτῳ ἐπειδὰν codd. μὲν Cas) [*](4. οἶδεν Par)