Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

36. τύνη Μουσάων. σὺ δέ, ὦ νοῦ, ἄρχου λέγειν περὶ πάντων τῶν προαναφωνηθέντων σοι τεχνῶν, αἵ τινες ὑμνοῦσι τὸν ἑαυτῶν πατέρα, τὸν νοῦν δηλαδή, καὶ λέγουσι τὰ ὄντα καὶ τὰ10) ἐσσόμενα ὁμοφωνοῦσί τε ἀλλήλαις. τὰ γὰρ καλὰ πάντοτε συμφωνοῦσι, τὰ δὲ μὴ τοιαῦτα καὶ ἀφʼ ἑαυτῶν ἐλέγχονται. διαχέεσθαί11) τε ποιοῦσι τὸν ἐγκέφαλον, ἐνστρέφονταί τε ἀεὶ ἐν αὐτῷ, καὶ ἠχεῖσθαι ποιοῦσι τὸν νιφόεντα Ὅλουμπον, ἤτοι τὸν καθαρώτατον νοῦν. ἄρχου τε πάλιν, ὦ νοῦ, ὑμνεῖν τὸν Δία, ἤτοι τὸν νοῦν, τὸν πατέρα πάντων, ὅτι πάντων κρατεῖ, ἔπειτα λέγε περὶ ἀνθρώπων περὶ τεχνῶν τε. ποίων; ἃς ἐγέννησεν [*](1. Nach στήριξιν: ἔλαφον ἢ Cas. 8. ὅτι Par. οὔτε Cas. τοῦ Par.) [*](2. νεχείρισα Par. σβεσθείσης Vat. Cas. καὶ οὗτος) [*](3. σκοπήσας Par. κοπιᾶν Vat. ἐπέγραψεν Vat.) [*](9. δρυὶ καὶ πέτρᾳ Par. δρυσὶ) [*](4. οὕτως Par. καὶ πέτραις Cas. περὶ τεχνῶν Vat.) [*](5. θέλῃ Vat. Cas.) [*](6. ἐσόμενα Par. [10. τὰ f. Par.) [*](7. δὲ f. Par. 11. διαδέχεσθαι Par. ἀεὶ f. Par.)

372
ἡ Μνημοσύνη1) συνελθοῦσα τῷ Διΐ, ἤτοι τῷ νοΐ. ἐγέννησε δὲ ἐν τῇ Πιερίᾳ, ἐν ἐπιθυμητῷ δηλαδὴ τόπῳ. Μνήμη δὲ ποία; ἡ βασιλεύουσα ἐν τῷ Ἐλευθῆρι. τοῦτο δὲ εἶπεν ἐμφαίνων, ὡς δεῖ τὸν μέλλοντα τὴν φιλοσοφίαν μετέρχεσθαι ἐλεύθερον μὲν2) εἶναι παντὸς βιωτικοῦ πράγματος, ἄρχειν δʼ ἐν τούτῳ καὶ μόνον ἐμμένειν τὴν ἐλευθερίαν. ἐγέννησε δὲ ταύτας τὰς τέχνας εἰς λησμοσύνην τε τῶν κακῶν καὶ ἀνάπαυσιν τῶν φροντίδων. δεῖ γὰρ τὸν μανθάνοντα πρὸς τῷ πόνῳ καὶ τῇ σπουδῇ καὶ πᾶσι τοῖς εἰς τοῦτο συντείνουσιν, ἀπεπιλήσμονα εἶναι τῶν μαθημάτων αὐτῶν. ἀντίκειται γὰρ τῷ λόγῳ καὶ3) ἡ λήθη, καὶ τοῦτο δηλοῖ4) Ὅμηρος παρεισάγωυ ἐν τῇ ἰδίᾳ ποιήσει τὴν Ληθὼ τῷ Ἑρμῇ ἀντιμαχομένην, Λητοῦς μὲν τῆς λήθης νοουμένης, Ἑρμοῦ δὲ τοῦ λόγου.