Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

467. ἀλλʼ ὅτε Διʼ ἔμελλε. ἐντεῦθεν ἄλλως νοεῖται. ἀλλʼ ὅτε, φησίν, ἡ Ρέα, ἤτοι ἡ γῆ, ἔμελλε γεννᾶν1 ) τὸν Ζῆνα, ἤγουν τοὺς πρὸς ζωὴν ἐπιτηδείους καρπούς, τότε ἔπεμψε τὸν Ζῆνα τοῦτον, ἤγουν τὰ σπέρματα2 ), εἰς Κρήτην, ἢ διὰ τὸ πρώτως ἐκεῖ ταῦτα εὑρεθῆναι ἢ διὰ τὸ πολλὴν ἀφθονίαν τῶν ὡρίων εἶναι3 ) ἐκεῖ.

481. ἔνθα μὲν ἷκτο φέρουσα. ἔνθα, φησίν, ἤγαγε τὴν νύκτα ἡ γῆ. ἐξ ἀφανοῦς4 ) γὰρ καὶ ἀοράτου τὰ σπέρματα τὴν αὔξησιν ἐπιδέχονται. ἔκρυψε δὲ τοῦτον τὸν Ζῆνα, ἤγουν τοὺς καρπούς, ἡ γῆ ἐν ἄντρῳ ἠλιβάτῳ, ἤτοι ἐν καταδύσει, ἐν ᾗ ἐπιβαίνοντος ἡλίου δεῖται. εἰ δʼ ἴσως, καὶ ἀπὸ τοῦ ἀλιταίνειν τῆς βάσεως5 ) ἐτυμολογεῖτο, καλῶς καὶ οὕτως ἔχει. ἐν τόποις γὰρ ἐρήμοις πᾶς τῆς βάσεως ἀλιταίνει, οὐ γὰρ διοδεύει ἐκεῖσε.

484. Αἰγαίῳ ἐν ὄρει. ἢ διὰ τὸ ἀΐσσειν καὶ αὔξειν καὶ θάλλειν τὰ σπέρματα ἢ διὰ τὸ αἴτιον ἡμῖν εἶναι τοῦ ἀΐσσειν καὶ αὔξειν.

485. τῷ δὲ σπαργανίσασα. καλῶς τὸ σπαργανίσασα προσέθηκε. καὶ γὰρ τοῖς μὲν ἄλλοις τῶν ζώων ἀμυντήρια ὅπλα ἡ φύσις ἐπένειμε, τῷ ἀνθρώπῳ 6) δὲ μόνῳ οὐδὲν πρόβλημα ἐπιδέδωκε. πρῶτον γὰρ σπαργανίσασα, ἤτοι τὰ πρὸς διακόσμησιν ἐπιτιθέμενα χαρισαμένη, μέγαν λίθον ἠγγυάλιξε. παρέσχε τούτῳ μέγαν λίθον, ἤτοι ἄνθρωπον, ὃν λίθον εἶπε διὰ τὸ ἀνέκδοτον τούτου καὶ πρὸς τοὺς πόνους7) καρτερικὸν ἢ διὰ τὸ ἐναντιωθῆναι δίκην λίθου τῷ Κρόνῳ, ὃν λαβὼν ἐνέβαλε τῇ νηδύι, οὐδʼ ἐνόησεν, ὅτι ὁ υίὸς αὐτῆς οὐδὲν ἐλυμάνθη. εἰ γὰρ εἷς ἢ καὶ τυχὸν πολλοὶ8 ) ἀποθάνωσιν, ἀλλʼ οὐκ ἤδη καὶ ἡ ἀνθρωπεία φύσις συντέθνηκεν ἅπασα.

492. καρπαλίμω ς δʼ ἔπειτα. ταχέως γοῦν ηὐξάνοντο οἱ καρποί. τελεσθέντων δὲ τῶν χρόνων ἤμεσε πάλιν τὸν [*](1. τὸν Ζῆν Cas. 6. δὲ — exit. f. Vat.) [*](2. ἐν Κρήτῃ Par. 7. καρτερικοὺς καὶ Cas. ἐναν-) [*](3. ἐκεῖσε Cas. τίους εἶναι Cas. ἔβαλε Par.) [*](4. ἐπιδέχεται Cas. 8. θάνωσιν Cas. ἤδη f. Par.) [*](5. ἐτυμολογεῖται Par. Cas. τελεσθέντων τῶν codd Hesiodioche Scholien.)

402
ἴδιον1) γόνον ὁ Κρόνος. μετεμψυχώσεις γάρ τινας οἱ παλαιοὶ ἐδόξαζον, ὅτι εἰ μὲν ἡ ψυχὴ τοῦ ἀνθρώπου εὖ ζῶσα διατεθῇ, ἔστω, εἰ δὲ μή, ἀφʼ ἑνὸς σώματος εἰς ἕτερον2) μετεπήδησε καὶ εἶχε τοῦτο εἰς τιμωρίαν. νῦν γοῦν περὶ τούτων φησὶ τῶν μετεμψυχώσεων, ὅτι ὃν κατέπινε λίθον, ἤτοι ψυχὴν ἀνθρωπείαν, πάλιν ἐξήμεσεν, ὃν ἄνθρωπον ὁ Ζεύς, ἤτοι οἱ καρποί, ἐστήριξεν ἐν τῇ γῇ. ὑπὸ γὰρ τῶν καρπῶν στηριζόμεθα. ἐστήριξε δὲ Ζεὺς ἐν Πυθοῖ. πυθόμενος γὰρ ὁ σῖτος ἐν τῇ γῇ, ἤτοι σηπόμενος καὶ οἷον θνήσκων, πάλιν ἀναθάλλει, καὶ θάλλειν τοὺς ἀνθρώπους3) ποιεῖ. ταῦτα μὲν οὕτως. εἰ δʼ ὡς ἐν κεφαλαίῳ νοῆσαι θελήσειας, ἔστιν οὕτως. ἡ Ῥέα, ἤτοι ἡ φθορὰ τοῦ χρόνου, ἣν καλῶς τῷ χρόνῳ συνέμιξεν, ἔδωκε τῷ Κρόνῳ, ἤτοι τῷ χρόνῳ, λίθον ἀντὶ παιδός, ἤτοι τὴν γῆν, ἣν ἀφανίσαι οὗτος οὐκ ἠδυνήθη.

506. κούρην δʼ Ἰαπετός. Ἰαπετὸν ἐνταῦθά φησι τὴν τῶν οὐρανίων σωμάτων κίνησιν, Κλυμένην δὲ τὸν ἐκ τούτων ἀποτελούμενον ἦχον. δόξαν γὰρ εἶχον οἱ παλαιοί, τὰ οὐράνια κινεῖσθαι σώματα4) καὶ ἠχεῖν, ἄτοπον εἶναι λέγοντες, εἰ τὰ μὲν ἐπὶ γῆς τυχόντα σώματα ἦχον ἀποτελοῖεν, ἐκεῖνα δὲ τὰ ὑπερφυῆ καὶ οὐράνια μὴ ἦχον ἀποτελεῖν. ἔλεγον οὖν γίνεσθαι μὲν5) ἤχους ἀπὸ τῶν οὐρανίων σωμάτων, ἡμῖν δὲ μὴ ἀκούεσθαι ἢ διὰ τὸ μῆκος εἶναι πολὺ μεταξύ, ἢ διὰ τὸ ἐνειθίσθαι τοῖς τοιούτοις ἡμᾶς.

509. Ἄτλαν τε. δόξαν πάλιν εἶχον οἱ παλαιοὶ ἄξονα διὰ μέσου τοῦ βορείου πόλου μέχρι τοῦ νότου διεληλάσθαι6) τῇ γῇ ἐρειδόμενον.

510. Μενοίτιον. Μενοίτιον ἐνταῦθα τὴν τῶν οὐρανίων σωμάτων ἀεὶ κινησίαν φησί, καὶ τὸν Προμηθέα ψυχὴν εἶναι τοῦ παντὸς ἔλεγον οἱ παλαιοί, ἤτοι πρῶτον νοῦν, ἀφʼ οὗ αἱ ψυχαὶ πηγάζουσι πᾶσιν7). ἔλεγον δὲ [*](1. παῖδαPar. μετεμψ. τινας codd. 5. μὴ ἦχυς Cas. μὴ ἤχους Par.) [*](2: μετεπήδα Par. κατέπιε — μὴν F.) [*](6. τῇ f. Cas. ἐστήριξαν Par.) [*](3. πάλιν — ποιεῖ Cas. 7. πάλιν Cas. δὲ f. Cas. καθό-) [*](4. καὶ ἠχεῖν f. Cas. λον, τὴν δὲ τοῦ codd.)

403
ἐκεῖνοι μὲν πρῶτον Προμηθέα τὸν καθόλου εἶναι, τὴν δὲ καθʼ ἑνὸς ψυχὴν ἐξ ἐκείνου γεννᾶσθαι μερικὸν Προμηθέα, Προμηθέως γοῦν τοῦ πρώτου νοουμένου νοός, ἤτοι1 ) τῆς καθόλου ψυχῆς τοῦ παντός. ἐνταῦθά μοι ὡς ἐπὶ μερικοῦ νόησον Προμηθέως. ἐντεῦθεν γὰρ ἀπὸ τῶν οὐρανιώνων ἐπὶ τὰ2) κατὰ τῶν ἀνθρώπους πάθη χωρεῖ. ἐποίησε γοῦν τὸν Προμηθέα, δηλονότι τὴν πρώτην βουλὴν καὶ τὸν πιμηθέα, ἤτοι τὴν ὑστεροβουλίαν. καλῶς δὲ ὁ μῦθος ἀδελφὸν τῷ Προμηθεῖ τὸν Ἐπιμηθέα παρίστησιν.3) ἀληθῶς γὰρ ἢ ἀπὸ Προμηθέως ὁ ἄνθρωπος ὡφελούμενος οὐ περιπίπτει κακῷ ἢ ἁμαρτὼν ἀνακτᾶται πάλιν διʼ ὑστεροβουλίας. διὰ γὰρ τοῦτο καὶ ἁμαρτίνοον τοῦτον ἔφη, παρόσον ἁμαρτάνοντός τινος ἐπέρχεται ἡ ὑστεροβουλία καὶ ἡ ἐκ ταύτης ὄνησις, ὃς Ἐπιμηθεὺς ἐγένετο βλάβη τοῖς ἀνδράσι, μέγα γὰρ ἡ ὑστεροβουλία κακόν.

513. πρῶτος γάρ ῥα Διὸς ὑπέδεκτο. ἐντεῦθεν προαναφωνεῖ, ἅπερ ἔμπροσθεν μέλλει εἰπεῖν.