Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
371. Θεία δʼ Ἠέλιόν τε. ἡ θεῦσις δὲ καὶ ἡ κίνησις ἐγέννησε τὸν Ἠέιον καὶ τὴν Σελήνην. ποῖον Ἥλιον; τὸν Ὑπερίονος υἱόν, ἤτοι τὸν ὑπὲρ ἡμᾶς ἱέμενον.
375. Κρείῳ δʼ Εὐρυβίη2) ἡ Εὐρυβίη δέ, ἤγουν ἡ πρόνοια ἐποίησε τὰ ἄστρα καὶ τὴν τῶν ἄστρων κίνησιν καὶ τὴν ἀπὸ ὁρίζοντος ὡς ὁρίζοντα περαίωσιν, συνελθοῦσα τῷ Κρείῳ, ἤγουν τῇ τῶν ὄντων ἀπʼ ἀλλήλων διακρίσει καὶ διαχωρίσει. ἡ Ἠὼς δὲ ἐγέννησεν ἐν τοῖς ἄστρασιν, ἤτοι ἥδη αὐγαζούσης τῆς ἡμέρας, τοὺς ἀνέμους τοὺς ἰσχυρούς, οἵ τινες μᾶλλον περὶ τὸ τοιόνδε κατάστημα γίνονται· ἢ ἐπειδὴ τοὺς μεγάλους ἀνέμους φησὶν οὐ κατὰ τὴν αὐτῶν3) μοῖραν ἀλλʼ ἀστέρων ὄντων, τούτους ἐγέννησε. μετὰ δὲ ταῦτα ἐγέννησε τὸν Ἐωσφόρον, ὃν ἡμεῖς αὐγερινὸν ἰδιωτικῶς καλεῖν4) εἰώθαμεν.
383. Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ. ἡ δὲ Στύξ, γοῦν ἡ ὕλη, κινηθεῖσα ἐγέννησε τὸν Ζῆλον καὶ τὴν Νίκην. ὁ πρῶτος, φησί, νοῦς ἐζήλωσε5) τὰ τῇδε πάντα παραγαγεῖν καὶ δὴ παρήγαγε. καὶ διὰ μὲν τοῦτο νοῦν ἐσχηκέναι6) καὶ τοῦτο ποιῆσαι τὸν Σῆλόν φησι, διὰ δὲ τοῦτο τελειῶσαι τὴν Νίκην. ἐδόξαζον γὰρ οἱ παλαιοὶ τὸν τῇδε πάντα7) παραγαγόντα ὕλην εὑρεῖν προυποκειμένην καὶ διʼ αὐτῆς [*](1. Ἀμφιρρώ — ῥέειν f. Par. το F. τοῦ τελ. codd. τελειῶται) [*](2. ἡ Εὐρυβίη f. Vat. δὲ f. Cas. Cas. τὸν τῶν τῇδε Vat. Cas.) [*](3. αὐτοῦ Par. 7. πάντα f. Vat. Cas. παραγω-) [*](4. οἰόμεθα Vat. Cas. γέα Cas. ἐκάλει Vat διʼ αὐτα) [*](5. τούς — πάντας Cas. Vat. Cas.) [*](6. τοῦτον ποιῆται Cas. καὶ τοῦ-)
404. Φοίβη δʼ αὖ Κοίου. ἡ λαμπηδὼν δή, φησί, τῶν τοῦ ἡλίου ἀκτίνων, συνελθοῦσα τῷ Κοίῳ, ἤγουν ὑποχωρήσασα (ἀπὸ τοῦ κίω τὸ πορεύομαι, πλεονάζοντος τοῦ ο), ἐγέννησε τὴν Λητώ, ἤγουν τὴν5) νύκτα, διὰ τὸ ἐν αὐτῇ πάντας ἐπιλανθάνεσθαι τῶν κακῶν καὶ τῶν θλίψεων. μειλίχιον δὲ εἶπε διὰ τὸ πάντας ἐν νυκτὶ ἡμεροῦσθαι.
409. γείνατο δʼ Ἀστερίην. ἐγέννησε δὲ καὶ τὰ ἄστρα6), οἷς συνῆλθεν ὁ Πέρσης, ἅ τινα δηλαδὴ κινοῦνται. ἡ δὲ Ἀστερία τὴν Ἑκάτην ἐγέννησεν, ἤτοι τὴν σελήνην, διὰ τὸ ἑκὰς ἡμῶν εἶναι, ἤτοι πόρρω, οὕτω καλουμένην. ᾗ τινι τῇ σελήνῃ δέδωκεν ὁ πρῶτος νοῦς τιμὴν ἔχειν ἐν τῇ τε γῇ καὶ7) τῇ θαλάσσῃ καὶ ἐν τῷ οὐρανῷ. καὶ τοῖς ὁδοιποροῦσι καὶ) πλέουσίν ἐστι λυσιτελής (φαίνει δὲ κἀν τῷ οὐρανῷ)· ὅτε γάρ, φησί, τις ἐπικαλεῖται αὐτήν, θύει [*](1. οὕτω — τὸ σύμπαν f. Par. 5. νεότητα Par. μείλιχον Cas. γράφεσθαι Cas. ἐν τῇ νυκτὶ Cas.) [*](2. μὲν οὐ Cas. μὲν οὐδὲν Par. 6. ἃ — κινεῖται Par. ὁμονοούντων μηδὲν Vat. πάντων 7. τῇ — τῷ f. Vat. καὶ τῷ οὐ- ρανῷ Cas. ὁδοιποροῦσι γὰρ Cas.) [*](8. Nach καὶ: τοῖς κλαίουσιν ἢ) [*](3. νοουμένης F. f. codd. Vat. Cas. nach πλέουσιν: οἱ γὰρ) [*](4. ἵδρυται Par. ὅτι codd. ὁ δεύ- πλέοντες ἀεὶ ὄντες ἐν φόβῳ καὶ τερος νοῦς Par. πάντας Cas. θλίψει τούτων Vat. Cas.)
453. Ῥεῖα δʼ ὑποδμηθεῖσα Κρόνῳ. ἡ Ῥέα δέ, φησίν, ἤγουν ἡ ὕλη συνελθοῦσα τῷ Κρόνῳ, ἤτοι τῷ 6). πρώτῳ νοΐ, ἐγέννησε τέκνα λαμπρά, τὰ δ δηλονότι στοιχεῖα. καὶ μὴ θαυμάσῃς, εἰ νῦν μὲν τὴν Στύγα7) ὕλην εἶπε, νῦν δὲ τὴν Ῥέαν. δόξαι γάρ8) ἦσαν ἄλλαι ἄλλοις ἐμπίπτουσαι. καὶ Ὅμηρος δὲ τοῦτο πολλάκις ποιεῖ. τὴν γὰρ9 ) ἄλλοις ἄλλως δόξαν καὶ ἄλλως ἄλλοις οὗτος συνάγων, νῦν μὲν οὕτως, νῦν δὲ ἄλλως φησίν. ἐγέννησε γοῦν ἡ ὕλη τὴν Δήμητραν, ἤγουν τὴν γῆν, τὴν Ἱστίαν, τὴν στερεὰν δηλονότι καὶ ἡδρασμένην καὶ ἑστῶσαν ἀπὸ τοῦ ἵστημι, καὶ τὴν Ἥραν, ἤτοι τὸν αἰθέρα. ποίαν Ἥραν; τὴν [*](1. μάγους φησί Cas. 6. τῷ δευτέρῳ Par. δηλονότι τὰ) [*](2. τὸν ἄδυτον ἥλιον Cas. ὠφελῆ στοιχεῖα Par. . Cas. ἡνιόχοις ὠφέλιμος codd. 7. μὲν Στύγα ὕλην Cas. ὕλην) [*](3. ἐπείη F. ἐπίη codd. τὴν Στύγα Par.) [*](4. ἐνεποίησεν Cas. διὰ τὸ Ἑρ- 8.ἦσαν f.Par.ἄλλἀλλήλαις Cas.) [*](9. ἄλλως ἄλλην — ἄλλως ἄλλην μῆν Par.) [*](5. ὰρ f. Par. αὕτη φαίνει codd. Cas.)
458. τοῦ καὶ ὑπὸ βροντῆς. εἰ μὲν ἐπὶ τοῦ Ποσειδῶνος τὸ ,,τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθὼν“ νοήσεις 2), ἔστιν οὕτως. δόξαν γὰρ εἶχον οἱ παλαιοί, ὅτι ὅταν οἱ σεισμοὶ γίνωνται, περικλυζομένου τοῦ ὕδατος, τοῦτο γίνεται, ὥστε τὸ ὕδωρ αἴτιον εἶναι. ἐπὶ δὲ τοῦ Διὸς ἑτέραν δόξαν οἱ ἀνόητοι εἶχον, ὅτι πνευμάτων ὑποκάτω τῆς γῆς γεννωμένων καὶ μὴ δυναμένων ἄλλοθεν ἐξελθεῖν, ἡ γῆ στενοχωρεῖται ὑπὸ τούτων καὶ σείεται.
459. καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος. ἐντεῦθεν3) ὡς ἐν κεφαλαίῳ ἄλλως νοεῖται. Κρόνον τὸν χρόνον φησί, Ῥέαν δὲ τὴν ῥεῦσιν καὶ φθορὰν τοῦ χρόνου, καί φησιν, ὅτι πάντα4) τὰ ἐξ αὐτοῦ ὁ χρόνος κατέπινε. δῆλον γάρ, ὡς τὰ χρόνῳ γεννώμενα καὶ ἐν χρόνῳ φθείρονται.
463. πεύθετο. ἔμαθε γάρ, φησί, παρὰ τῆς Γῆς καὶ τοῦ Οὐρανοῦ, ὅτι ὑπὸ ἰδίου γεννήματος5 ) δαμασθήσεται, τουτέστι ὑπὸ παιδὸς ἑοῦ, ἤτοι τοῦ ἀνθρώπου, νικηθήσεται. γέννημα γὰρ τοῦ χρόνου, καὶ ὑπὸ τὸν χρόνον ὁ ἄνθρωπος. νικηθήσεται6 ) δὲ τοῦ ἀνθρώπου νοήσαντος καὶ τεχνησαμένου, πῶς τῶν ἐπιτηδείων πορίσειε τοὺς καιρούς. τἆλλα, Διὸς μεγάλου διὰ βουλάς, ἤγουν διὰ φρονήσεως. καὶ κατὰ τὸν μῦθον δὲ7 ) οὔτινι ἄλλῳ συμβουλεύσασθαι εἶχεν, εἰ μὴ Γῇ καὶ Οὐρανῷ, ὡς τῆς μὲν ὑποδεχομένης τὰ σπέρματα, τοῦ δὲ ἄρδοντος.
[*](1. ὴν f. Cas. ἔχοντα — εἰκα- γὰρ ὅτι παρὰ παιδὸς Vat. Cas.)[*](6. νικηθήσεται — καιρούς F. σμένον Cas.)[*](2. ἔστιν f. Par. ὅτι f. codd. νικηθήσεται δέ πως τοῦ ἀνθρώ- ἐπὶ δὲ τοῦ Διὸς F. εἰ δʼ ἐπὶ codd. που νοήσαντος καὶ τεχνησαμένου)[*](3. ὡς ἐγκεφάλῳ Cas. τὰς τῶν ἐπιτηδείων πορίσεις τοὺς)[*](4. τὰ f. Par. Cas. καιρούς codd.)[*](5. διαναστήσεται Par. ἔμαθε 7. οὐδενὶ Par.)