Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

293. Ὄρθον τε κτείνας. ἤγουν κρατήσας ὁ ἥλιος την ἔγερσιν καὶ ἐπανάστασιν τῶν νεφῶν καὶ τὸν Εὐρυτίωνα1), [*](1. δὲ f. Vat. Cas. 4. [μέρος — μέλλον| F. ἤγουν Cas 2. πῦρ οὐράνιον Cas. ὀρήσσει — μέλλον f. Vat.) [*](5. ινας καὶ ὄχλους Par. τοὺς) [*](3. ὁ ὁ P. Par. Cas. καὶ f. Vat. Cas. ἥχους Cas.)

391
ἤτοι αὐτὴν τὴν τῶν ὑδάτων ῥεῦσιν, κτείνας. ποῦ δέ; ἐν τῷ σταθμῷ τῷ ἠερόεντι, ἤγουν ἐν τῷ οὐρανῷ, ἤτοι τῷ ἀέρι, ὃν σκοτεινὸν μὲν εἶπε διὰ τὸ φύσει εἶναι τοιοῦτον. ζοφώδη δὲ σταθμὸν διὰ τὸ μὴ μεταβαίνειν ἀπὸ τόπου εἰς τόπον, ἀλλʼ ἐν τῷ αὐτῷ ἵστασθαι.

295. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον. αὕτη δὲ ἡ Κητώ, ἤγουν ἡ ὑγρότης2 ), περιλειφθεῖσα τῷ βάθει, ἐγέννησεν ἄλλο μέγιστον θαῦμα, μήτε θεοῖς μήτʼ ἀνθρώποις ἐοικός, τὴν Ἔχιδνάν φησιν, ἤγουν3) τὰ δένδρα, ἃ οὔτε θεοῖς ὅμοια πέφυκε (φθείρεται γάρ), οὔτε ἀνθρώποις, πλείονα γὰρ χρόνον τῶν ἀνθρώπων4 ) ἵστασθαι δύνανται ἐν τῇ γῇ. ἐγέννησε δὲ ταύτην ἡ ὑγρότης ἐν σπηλαίῳ γλαφυρῷ, ἤγουν τῷ κοιλώματι τῆς γῆς, ἥμισυ μὲν οὖσαν νύμφην, ἤτοι θρεπτικὴν καὶ νέους φαίνεσθαι ποιοῦσαν ἡμᾶς, συνεπινοουμένων τοῖς δένδρεσι τῶν καρπῶν, τὸ ἥμισυ δὲ ὄφιν διὰ τὰς τῶν ῥιζῶν ἐλίξεις. ὠμηστήν, ὠμὸν ἐσθιόμενον. οἱ γὰρ τῶν δένδρων καρποὶ ὠμοὶ ἐσθίονται.

304. ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν. αὕτη5 ʼ) δὲ ἡ Ἔχιδνα, ἤγουν αἱ ῥίζαι, τῶν δένδρων συνεπινοουμένων καὶ τῶν καρπῶν, φυλάττονται ἐν τοῖς Εἰναρίμοις, ἤγουν ἐν τῷ ἐαρινῷ καιρῷ.

306. τῇ δὲ Τυφάονα. ἐντεῦθεν οὐκέτι περὶ ὧν ἔλεγε διεξέρχεται, ἀλλὰ περὶ τὰ καθʼ ἡμᾶς διατρίβη, καί φησιν, ὅτι τῇ Ἐχίδνῃ, ἤγουν τῇ τῶν καρπῶν ἀφθόνῳ ἀπολαύσει, συνελθὼν ὁ Τυφών, ἤτοι ἡ θερμότης τοῦ ἔρωτος 6), ἡ ἐν ἡμῖν οὖσα, (ἐτυμολογουμένου τοῦ ὀνόματος ἀπὸ τοῦ τύφω τὸ καίω), ἐγέννησε7 ) πρῶτον μὲν τὸν Ὄρθον, ἤγουν αὐτὴν τὴν κίνησιν τὴν εἰς τὰ πάθη, ὃν ὁ σοφώτατος Ὅμηρος ὀρόθυνσιν λέγει, μετὰ ταῦτα γεννᾷ καὶ τὸν Κέρβερον, ἤτοι τὴν κάκωσιν καὶ τὸ βάρος τοῦ κέαρος, ἤγουν τῆς ψυχῆς. Ἀίδεω κύνα. παρὰ τὸ σκότον [*](1. γουν Cas. δὲ που codd. ταύτην Cas.) [*](2. περιλειφθεῖσα τῷ βάθει F. 5. αὕτη — τῇ δὲ Τυφάονα f. παραλειφθέντος τοῦ βάθους Vat. Par. εἰν Ἀρίμοις Vat. Cas. Cas. περιλειφθέντος τ. β. Par. 6. ἡ f. Vat. Cas.) [*](3. ἤγουν τὴν Cas. 7. ἐγέννησε |δὲ Vat. Cas. τὸν) [*](4. ἱδρύνεται Vat Cas. ἐγέννησε f Par.)

392
ἐμποιεῖν τῇ ψυχῇ. πεντηκοντακέφαλον. πολλὰς γὰρ ἀρχὰς κέκτηται.

313. τὸ τρίτον Ὕδρην. μετὰ ταῦτα τὴν ὕδραν ἐγέννησεν, αὐτὸν δηλαδὴ τὸν ὑδαρὸν καὶ ἔκλυτον βίον τὸν κακὰ ποιοῦντα, ὃν ἐξεθρέψατο1) ἡ Ἥρα, ἤτοι ὁ ἔρως ὁ ἀεὶ μαχόμενος τοῖς ἐρῶσι κλέους βροτοῖς. ἀντίκειται γὰρ ὁ σεμνὸς βίος τῷ ὑδαρῷ καὶ ἐκλύτῳ. αὐτὴν2) μέν, τοῦτον τὸν ἔκλυτον βίον, ἔκτεινεν, ἤγουν ἐνίκησεν ὁ Ἡρακλῆς, ὁ σεμνὸς δηλαδὴ καὶ κλέους ἐρῶν ἄνθρωπος, ὁ υἱὸς τοῦ Διός, ὁ κουφιζόμενος τῷ Διί3), ἤτοι τῷ νιΐ. ἐνίκησε δὲ ταύτην σὺν τῷ Ἰολάῳ, ἤγουν σὺν ἰότητι καὶ4) βουλῇ, βουλαῖς τῆς Ἀθηνᾶς (ἤγουν τῆς φρονήσεως), συμβαίνει γὰρ5) πολλάκις τινὰς τῶν καταπεσόντων ἀνίστασθαι καὶ μὴ ἀεὶ νικᾶσθαι ὑπὸ τῆς ῥᾳθυμίας.

319. ἣ δὲ Χίμαιραν ἔτεκεν. ἐγέννησε δὲ καὶ τὴν Χίμαιραν6), αὐτὴν δηλαδὴ τὴν ἀναίδειαν, τὴν πῦρ πνέουσαν (ἡ γὰρ ἀναίδεια πυρὸς δραστικωτέρα ἐστίν), ἧς χιμαίρας, ἤγουν ἀναιδείας τρεῖς ἦσαν κεφαλαί, μία δράκοντος, μία λέοντος, ἑτέρα χιμαίρας. διὰ τοῦ εἰπεῖν τρεῖς εἶναι κεφαλὰς7) αὐτῆς ἐδήλωσε τὴν παμμιγῆ πολυπλήθειαν τῶν κακῶν, τὴν ἐπισυμβαίνουσαν τῷ βίῳ τῷ τοιούτῳ. διὰ μὲν γὰρ τοῦ εἰπεῖν λέοντος τὸ πρὸς) ἂν βούλοιτο9) εὐκίνητον ὑποσημαίνει (τοιοῦτον γὰρ καὶ τὸ θηρίον εὐκινητότατον πέφυκε καὶ τὸ θερμὸν πρὸς τὰ πάθη, οἷον καὶ τὸ ζῶόν ἐστι, καὶ τὸ ἰσχυρὸν καὶ ἄλλα τοιαῦτα), διὰ δὲ τοῦ 10) δράκοντος εἰπεῖν τὸ μὴ δύνασθαι τὸν νενευκότα πρὸς τὰ πάθη 11) ὅλως ἀνανεύειν ποτέ, ἀλλὰ κάτω κεχηνέναι περὶ τὴν γῆν (τοιοῦτον δὲ καὶ τὸ ζῶον τοῦτό12) [*](1. ἐθρέψατο Vat. Cas. 9. ἀκίνητον Vat. Cas. ὑπεσή-) [*](2. ὐτὸν Vat. Cas. μανε Vat. Cas. ἀκινητότατον Vat.) [*](3. γουν Par. ἐνίκησε δὲ τοῦ- Cas. καὶ θερμὸν Par. καὶ ἰσχυ- τον Vat. Cas. ρὸν Par.) [*](4. βουλῇ f. Cas. 10. τὸ μὴ δύνασθαι Vat. τὸν μὴ) [*](5. πολλάκις f. Par. δύνασθαι Cas. τὸν μὴ δυνάμε-) [*](6. τὴν Vat. Cas. νον Par.) [*](7. αὐτῆς P. αὐτοῦ Vat. Cas. 11. Nach πάθη οἷον καὶ τὸ ζῶόν αὐτὴν Par. τῷ τοιούτῳ βίῳ Par. ἐστίν Vat. Cas.) [*](8. ὃ βούλοιτο Par. 12. τοῦτο f. Par.)

393
ἐστι, καὶ ἀλλʼ ἄττα διάφορα, ἃ διὰ τὴν πολυπλήθειαν τέως νῦν παρεάσομεν). προηγεῖται οὖν τούτων τὸ πρὸς τὰ πάθη θερμόν, κεφάλαιον1 ) δὲ ἡ ἀναίδεια, ἢν χίμαιραν εἶπεν, ὄπισθεν δὲ ἡ πρὸς τὰ κάτω ῥοπή. ἣν χίμαιραν, αὐτὴν δηλαδὴ τὴν ἀναίδειαν, ἀνεῖλεν ὁ Πήγασος ὁ Βελλεροφόντης, ὁ τῶν κάτω καταφρονῶν ἄνθρωπος δηλαδή, καὶ οἷον ὑπερπηδῶν. Βελλεροφόντην δέ φησι τὸν φονεύοντα τὰ κακά (βέλλερα γὰρ τὰ κακὰ λέγονται2 ) παρὰ τοῖς Ἰταλοῖς) ὑπερενίκησε γὰρ ταῦτα ὁ τοιοῦτος ἄνθρωπος ὁ3 ) οἷον ὑπερπηδῶν τὴν γῆν καὶ τὰ κακὰ ἀναιρῶν. — ἀλλʼ ἰτέον πάλιν ἐπὶ τὰ ἐξ ἀρχῆς καὶ θεωρητέον, εἴπερ καὶ ἄλλως νοοῖντο.

295. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον. αὕτη ἡ Κητὼ ἐγέννησε τὴν Ἕχιδναν, αὐτὰς δηλαδὴ τὰς ἀτμίδας τὰς ἐκ τῆς θαλάσσης ἀναγομένας, ἃς οὐδὲν4 ) ἐοικυίας, οὔτε θεοῖς οὔτε ἀνθρώποις φησί, διὰ τὸ μήτε μένειν ἐπὶ τοῦ αὐτοῦ, ἀλλὰ ταχέως κατέρχεσθαι καὶ διὰ τὸ θρεπτικὸν ἡμῶν εἶναι. ἐγέννησε δὲ ταύτην ἐν τῷ γλαφυρῷ σπηλαίῳ, ἤτοι τῷ οὐρανῷ. γλαφυρὸν γὰρ κυρίως τὸ γεγλυμμένον5 ) λέγεται. τοιοῦτος δέ ἐστι καὶ ὁ οὐρανός. — ἥμισυ μὲν νύμφην, διὰ τὸ θρεπτικὸν ταύτην φησὶ νύμφην. — ἥμισυ δʼ αὖτε ὄφιν, διὰ τὴν σφοδρὰν ἄναξιν τῶν ἀτμίδων, οἷος καὶ ὁ ὄφις ἐστίν, ἢ διὰ τὸ καταρρέειν τοὺς ποταμοὺς ὥσπερ τὸν ὄφιν. ποικίλον δὲ διὰ τὴν τῶν ὑδάτων διαφοράν.

304."ἣ δʼ ἔρυτ’ εἰν Ἀρίμοισιν. αἵ τινες ἀτμίδες ἐν τῷ ἔαρι κωλύονται φέρεσθαι κατὰ γῆς. — ἀθάνατος νύμφη, διὰ τὸ μὴ πάντας τσὺς ποταμοὺς τοὺς ἐκ τῶν κατερχομένων γινομένους ὑδάτων ἐκλείπειν, κἄν6 ) ἑνὶ τοῦτο ἐπισυμβῇ.

306. τῇ δὲ Τυφάονα. ταύταις δὲ ταῖς ἀτμίσι, μιχθέντῶν [*](1. κεφαλὴ Par. κεφαλόν Cas. 5 γεγλυμμένον — τὸ θρεπτικόν κεφάλαιον δὲ P,) [*](2. λέχεται Par. . κeνf. Par. κᾶν καὶ Vat. Cas.) [*](3. ὁ ὄντως Vat. Cas. μιχθέντων f. Par. γεννᾶται καὶ -) [*](4. οὐδενί Vat. Cas. ἢ τῶν Cas. κύνα f. Par.)

394
τῶν καταιγιδώδων πνευμάτων γεννᾶται ἡ τῶν βροντῶν καὶ τῶν νεφῶν ὀρόθυνσις, ἤτοι διάγερσις, ἣν τοῦ Γηρυόνου, ἤτοι τοῦ χειμῶνος κύνα καλεῖ. γεννᾶται δὲ καὶ ὁ Κέρβερος, ἤτοι ἡ τοῦ ἀέρος σκότωσις, τοῦ ἡλίου ἐπικρυπτομένου, παρὰ τὸ τοῦ ἀέρος βάρος 1) εἶναι. Ἀίδεω δὲ κύνα. διὰ τὸ σκοτεινὸν τοῦτό φησι. γεννᾶται δὲ καὶ ἡ Ὕδρα, ἤτοι ἡ τῶν ὑδάτων φορά, ἣν 2) ἐξεθρέψατο ὁ ἀὴρ ὁ μαχόμενος, ἤτοι ἐναντίος ὤν, τῷ ἡλίῳ. ὁ μὲν γὰρ ἥλιος φαεινός, ὁ δὲ ἀὴρ σκοτώδης καὶ ἐναντίος τούτου ἐστίν. ἣν Ὕδραν, ἤγουν φορὰν τῶν ὑδάτων (ἥτις3 ) περὶ τὸν ἀέρα συμβαίνειν εἴωθεν), ἐπέσχεν ὁ Ἡρακλῆς, ἤτοι ὁ ἥλιος, ὁ τοῦ ἀέρος ὤν κλέος, ὁ υἱὸς τοῦ Διός, ἤτοι ὁ ὅμοιος τῷ αἰθέρι· πυρώδεις γὰρ ἀμφότεροι. ἐπέσχε δὲ σὺν τῷ Ἰολάῳ, ἤτοι τῷ τοῦ ἀέρος καιρῷ, καθʼ ὃν πάρεστι λάειν καὶ βλέπειν τοὺς λαοὺς τὰ ἴα 4). τῷ ἀρηιφίλῳ, καθʼ ὃν εἰώθασιν οἱ πόλεμοι γίνεσθαι. ἐπέσχε δὲ συνεπινευούσης τῆς Ἀθηνᾶς, ἤτοι τῆς γῆς τῆς πάντα θηλαζούσης, τῆς ἀγελείας, τῆς τὰς ἀγέλας τρεφούσης.

319. ἣ δὲ Χίμαιραν. ἐγέννησε δὲ καὶ τὴν Χίμαιραν, ἤτοι τὸν χειμερινὸν καιρόν, οὗ τρεῖς εἰσι κεφαλαί, ἡ πρὸς τὸ θέρος5 ) ἐγγύτης, ἣν λέοντά φησι διὰ τὸ μετέχειν θερμότητος, ἡ ἀκμὴ τοῦ χειμῶνος, ἣν δράκοντά φησι διὰ τὸ ῥαγδαίαν καταφορὰν γίνεσθαι τῶν ὑδάτων, ἡ μεσότης τοῦ χειμῶνος, ἣν χίμαιραν εἶπε. πνέουσαν6 ) πῦρ διὰ τὸ μᾶλλον ἡμᾶς ἐν ταύτῃ δέεσθαι τοῦ πυρὸς θερμαίνοντος. ἣν ὁ Πήγασος, ἤγουν ὁ ἥλιος, ἀνεῖλε καὶ ὁ Βελλεροφόντης, ἡ δύναμις δηλαδὴ τοῦ ἡλίου, ἡ τὰ φερόμενα βέλη ἀναιροῦσα.

326. ἣ δʼ ἄρα. αὕτη δὲ ἐγέννησε τὴν Σφίγγα, ἤτοι τὴν σφίγξιν7 ) τὴν ἐπὶ τῷ κρύει γινομένην. ἐγέννησε δὲ εἰς ὄλεθρον τῶν Καδμείων, ἤγουν τῶν καμνόντων ἀνθρώπων8), συνελθοῦσα τῷ Ὄρθῳ, ἤτοι τῇ τῶν ὑδάτων καταφορᾷ [*](1. ἶναι f. Par. τατον Vat. Cas.) [*](2. ἐθρέψατο Vat. Cas. 6. παρὸς Par. δεήσεσθαι Par.) [*](3. παρὰ Par. ἤτοι ὅμοιος Cas. ἤγουν ἥλιος Vat. Cas.) [*](7. σφίξιν Par. καὶ ἐγέννησε Cas.) [*](4. τῷ f Cas.) [*](5. ἐγγύτατον Vat. Cas. θερμό- 8. Nach ἀνθρώπων: ἐγέννησε)

395
καὶ τῇ τῶν νεφῶν καὶ τῶν βροντῶν διεγέρσει1). καὶ τὸν λέοντα τὸν Νεμεαῖον, ἤτοι τοὺς παγετούς, οὕς λέοντα μὲν διὰ τὸ ἰσχυρόν, Νεμεαῖον δὲ διὰ τὸ ἐπὶ πολὺ νέμεσθαι εἶπεν. ὃν παγετὸν ἐποίησεν ὁ ἀὴρ εἰς βλάβην τῶν2 ) νεμομένων καὶ διοικουμένων ἀνθραώπων3 ), ὅπου ὁ παγετὸς ἀπατᾷ τοὺς ἀνθρώπους. πολλάκις γάρ τινες οἰηθέντες ἀρραγῆ τοῦτον ἔχειν τὴν4 ) σύμπηξιν καὶ διαπερῶντες, διαρραγέντος τοῦ παγετοῦ, εἰς τὸ βάθος κατέδυσαν. ποῖος δὲ παγετός; ὁ γινόμενος περὶ τὰ κοιλώματα τῆς γῆς. ἀλλʼ ὁ Ἡρακλῆς, ἤγουν ὁ ἥλιος, καὶ τοῦτον τὸν λέοντα, ἤτοι τὸν, παγετόν, νικήσας διέλυσε.

333. Κητώ δʼ ὁπλότατον. ἡ δὲ Κητώ, φησίν, ἤτοι ἡ ὑγρότης ἡ ὑδατώδης, μιγεῖσα τῷ Φόρκυνι, ἤγουν τῇ ὁρμῇ καὶ φορᾷ τῶν ὑδάτων, ἐγέννησε δεινὸν ὄφιν ὑποκάτω τῆς γῆς, δηλονότι τὰς τῶν δένδρων ῥίζας, ὃς ὄφις5) , ἤτοι τῶν δένδρων ῥίζαι, φυλάσσει τὰ μῆλα, δηλονότι πάντας τοὺς καρπούς. μὴ θαυμάσῃς δέ, εἰ διὰ τῶν μήλων πάντας τοὺς καρποὺς περιείληφεν, ὅπου γε καὶ Ὅμηρος ἑκατόμβην τὴν θυσίαν6 ) φάσκν δηλοῖ τὰ θρέμματα πάντα.

337. Τηθὺς δʼ Ὠκεανῷ. ἡ Τηθὺς δέ, γοῦν ἡ γῆ τρέφουσα πάντα, συνελθοῦσα τῷ Ὠκεανῷ, ἤγουν τῇ ταχείᾳ φορᾷ τῶν ὑδάτων (παρὰ τὸ ὠκέως νάειν)7 ), τοὺς ποταμοὺς ἀπεγέννησε.

346. τίκτε δὲ θυγατέρων. ἐγέννησε δὲ καὶ θυγατέρας, ἤτοι πηγάς, αἵ τινες κουρίζουσι καὶ νέους ποιοῦσι τοὺς ἀνθρώπους (ἐξ ὑγρότητος γὰρ συνιστάμεθα καὶ θερμότητος), ἢ κουρίζουσιν ἀντὶ τοῦ κουράς, ἤτοι τρίχας βλαστάνειν ποιοῦσιν8 ), αἴτιον τῆς ἡμῶν αὐξήσεως τὸ ὕδωρ εἶναι δηλούντων τῶν παλαιῶν. ἡβήσασαι δέ9) τινες αἱ τρίχες τῷ κατὰ τὴν χώραν ποταμῷ ἀνετίθεντο. τρέφουσι δὲ σὺν τῷ Ἀπόλλωνι, ἤγουν τῇ θερμότητι.

[*](δὲ Vat. Cas. ἤτοι τῶν Vat. Cas 6 λέγων Par.)[*](7. ἐγέννησε τ. π. Par. τίκτε δὲ φορᾷ Par.)[*](1. ἐγέρσει Par.)[*](2. Νεμεαίμων Vat. Cas. 8. ποιοῦσι τοῦτο γὰρ codd γὰρ)[*](3. ὥσπερ Par τὸ Vat. Cas.)[*](4. ῆξιν Par. 9. δὲ f. Vat. Cas.)[*](5. ἤγουν αἱ τῶν Vat)
396

349. Πειθώ τʼ Ἀδμήτη τε. τὰ ὀνόματα τῶν πηγῶν τινες ἐξ ἀνέμων ἐπεχείρησαν1 ) ἐτυμολογῆσαι ταῦτα. οὐκ ἔχει δὲ τοῦτο λόγον, ἀλλὰ μᾶλλον ἐκ τῶν ἐπισυμβαινόντων τοῖς ὕδασιν ἐτυμολογηθεῖεν ἄν. ἡ Πειθὼ ἀπὸ τοῦ ποθῶ, τὸ γὰρ ὕδωρ ἄριστον καὶ2 ) ποθούμενον πᾶσιν, ὡς ἔφη Πίνδαρος· ἄριστον μὲν ὕδωρ. ἢ ἀπὸ τοῦ μὴ πείθεσθαί τινι, ἄσχετον γὰρ τὸ ὕδωρ3 ) ἐστίν. Ἀδμήτη διὰ τὸ ἰσχυρόν, Ἰάνθη διὰ τὸ τῶν ὑδάτων εὐφραντικόν, λέκτρα διὰ τὸ καθαρὰ καὶ δίκην 4) ἠλέκτρου φαεινὰ τυγχάνειν τὰ ὕδατα, Δωρὶς διὰ τὰ ἐκ τῶν ὑδάτων γινόμενα δῶρα τοῖς πλέουσι, Πρυμνὼ διὰ5 ) τὸ πρὸς τῇ πρύμνῃ ὄντος ἀνέμου πλέειν τοὺς ναύτας, Οὐρανίη διὰ τὸ ἐκ τῶν οὐρανῶν τὰ ὕδατα κατάγεσθαι, Ἱππὼ διὰ τὸ ταχύ (ταχὺς γὰρ ὁ ἵππος ἐστί), Κλυμένη διὰ τὸν ἀποτελούμενον ἦχον ἐκ τῶν ὑδάτων, Ῥόδεια διὰ τὸ τὰ ῥόδα αὔξειν, ἢ ἀπὸ τοῦ ῥέω, Καλλιρρόη6 ) ἀπὸ ταῦ καλῶς ῥέειν, Ζευξὼ διὰ τὸ μετὰ7 ) τὸ τοῦ ὕδατος ἐμφορηθῆναι τὸ ὑποζύγιον ζεύγνυσθαι, Κλυτίη δὲ διὰ τὸ ἔνδοξον, Εἰδυῖα διὰ τὸ χρῆν εἶναι8) τοὺς πλέοντας ἐπιστήμονας πάντων, Πασιθόη διὰ τὸ πανταχοῦ θέειν, Πληξαύρη διὰ τὸ πλήττεσθαι ὑπὸ τῶν ἀνέμων, Γαλαξαύρη διὰ τὸ ὑπὸ τῶν ἀνέμων λευκαίνεσθαι καὶ οἷον ἐκγαλακτοῦσθαι, Ἑρατὼ διὰ τὸ ἐπιθυμητικόν, Διώνη διὰ τὴν ἐκ τῶν ὑδάτων ὠφέλειαν, Μηλόβοσις διὰ τὸ θρεπτικὸν τῶν προβάτων εἶναι τὸ ὕδωρ, Θόη διὰ τὸ ταχύ, Πολυδώρη διὰ τὸ πολλὰ δωρήματα ἔχειν τοὺς ναύτας ἐξ αὐτῆς, Κερκηίς διὰ τὸ ἠχητικόν, Πλουτὼ διὰ τὸν ἐπιγινόμενον πλοῦτον, Περσηὶς διὰ τὸ ἀπὸ τόπου εἰς τόπον περᾶν, Ἰάνειρα διὰ τὸ εὐφραντικόν, Ἀκάστη διὰ τὸ θεραπευτικόν, Ξάνθη διὰ τὸ τῶν ὑδάτων ξανθόν, Πετραίη διὰ τὸ ἐκ πετρῶν βλαστάνειν τὰ ὕδατα, [*](1. ἐπεχείρησαν ταῦτα Par. λό- Vat. Cas. ταχὺς — ἐστί f. Par. γος Vat. Cas. συμβαινόντων Par. 6. διὰ τὸ Par.) [*](2. φιλούμενον Vat. Cas. 7. τὸ f. Vat. Cas. τοῦ ὑποζυγίου) [*](3. ἐστίν f. Par. Cas. τὰ ὑποζύγια Par.) [*](4. ἠλέκτρης Vat. Cas. διὰ τὰ 8. αὐτοὺς Cas. ἐπιστήμονας πᾶ- ἐπιγινόμενα Par. σιν εἶναι codd.) [*](5. τὸ f. Par οὐρανῶν ὕδατα)

397
Μενεστὼ διὰ τὸ ἐπὶ τοῦ αὐτοῦ μένειν, Εὐρώπη διὰ τὸ πλατὺ τοῦ πελάγους, Μῆτις διὰ τὸ βουλευτικοὺς δεῖν εἶναι τοὺς πλέοντας, Εὐρυνόμη διὰ τὸ πλατεῖαν νομὴν ἔχειν, Τελεστὼ διὰ τὸ αὐξητικόν, Κρυσηὶς διὰ τὸ κρυερόν, Ἀσίη διὰ τὴν ἄσιν καὶ τὸν ῥύπον, ὃν φέρει, ἢ παρὰ τὸ τοὺς ῥύπους καθαίρειν, Καλυψῶ διὰ τὸ βαθύ, Εὐδαώρη διὰ τὸ εὐδωρεῖσθαι τοὺς πλέοντας, Τύχη διὰ τὸ τύχαιον καὶ ἄστατον τῶν ὑδάτων, Ἀμφιρὼ1) διὰ τὸ πανταχοῦ ῥέειν, Στὺξ δὲ διὰ τὸ φοβερὸν καὶ καταπληκτικὸν τῶν πλεομένων ὑδάτων.

371. Θεία δʼ Ἠέλιόν τε. ἡ θεῦσις δὲ καὶ ἡ κίνησις ἐγέννησε τὸν Ἠέιον καὶ τὴν Σελήνην. ποῖον Ἥλιον; τὸν Ὑπερίονος υἱόν, ἤτοι τὸν ὑπὲρ ἡμᾶς ἱέμενον.

375. Κρείῳ δʼ Εὐρυβίη2) ἡ Εὐρυβίη δέ, ἤγουν ἡ πρόνοια ἐποίησε τὰ ἄστρα καὶ τὴν τῶν ἄστρων κίνησιν καὶ τὴν ἀπὸ ὁρίζοντος ὡς ὁρίζοντα περαίωσιν, συνελθοῦσα τῷ Κρείῳ, ἤγουν τῇ τῶν ὄντων ἀπʼ ἀλλήλων διακρίσει καὶ διαχωρίσει. ἡ Ἠὼς δὲ ἐγέννησεν ἐν τοῖς ἄστρασιν, ἤτοι ἥδη αὐγαζούσης τῆς ἡμέρας, τοὺς ἀνέμους τοὺς ἰσχυρούς, οἵ τινες μᾶλλον περὶ τὸ τοιόνδε κατάστημα γίνονται· ἢ ἐπειδὴ τοὺς μεγάλους ἀνέμους φησὶν οὐ κατὰ τὴν αὐτῶν3) μοῖραν ἀλλʼ ἀστέρων ὄντων, τούτους ἐγέννησε. μετὰ δὲ ταῦτα ἐγέννησε τὸν Ἐωσφόρον, ὃν ἡμεῖς αὐγερινὸν ἰδιωτικῶς καλεῖν4) εἰώθαμεν.

383. Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ. ἡ δὲ Στύξ, γοῦν ἡ ὕλη, κινηθεῖσα ἐγέννησε τὸν Ζῆλον καὶ τὴν Νίκην. ὁ πρῶτος, φησί, νοῦς ἐζήλωσε5) τὰ τῇδε πάντα παραγαγεῖν καὶ δὴ παρήγαγε. καὶ διὰ μὲν τοῦτο νοῦν ἐσχηκέναι6) καὶ τοῦτο ποιῆσαι τὸν Σῆλόν φησι, διὰ δὲ τοῦτο τελειῶσαι τὴν Νίκην. ἐδόξαζον γὰρ οἱ παλαιοὶ τὸν τῇδε πάντα7) παραγαγόντα ὕλην εὑρεῖν προυποκειμένην καὶ διʼ αὐτῆς [*](1. Ἀμφιρρώ — ῥέειν f. Par. το F. τοῦ τελ. codd. τελειῶται) [*](2. ἡ Εὐρυβίη f. Vat. δὲ f. Cas. Cas. τὸν τῶν τῇδε Vat. Cas.) [*](3. αὐτοῦ Par. 7. πάντα f. Vat. Cas. παραγω-) [*](4. οἰόμεθα Vat. Cas. γέα Cas. ἐκάλει Vat διʼ αὐτα) [*](5. τούς — πάντας Cas. Vat. Cas.) [*](6. τοῦτον ποιῆται Cas. καὶ τοῦ-)

398
τὰ τῇδε πάντα παραγαγεῖν· ἣν Στύγα, ἤγουν πρόνοιαν, μαινάδα ὁ Πλάτων ἐκάλεσε διὰ τὸ εἰς πολλὰ μορφοῦσθαι καθάπερ καὶ πόρνην. ποτὲ μὲν γὰρ εἰς βόειον εἶδος μεταβάλλεται ἡ πρόνοια, ποτὲ δὲ εἰς ἀνθρώπινον, ποτὲ δὲ εἰς ἄλλο καὶ ἄλλο. ἢ τὸ ἐγέννησε τὸν Ζῆλον καὶ τὴν Νίκην1) οὕτω νοητέον. ὁ Ἐμπεδοκλῆς ἔφασκεν εἶναι σφαῖραν καὶ ἐν αὐτῇ γεγράφθαι τὸ σύμπαν, τὴν φιλίαν τε καὶ τὸ νεῖκος, καὶ ὁμονοούντων μὲν2) μηδὲν γίνεσθαι, διαλυθέντων δὲ πάντα τὰ τῇδε γενέσθαι, διὰ μὲν τοῦ Ζήλου νοουμένης3) τῆς φιλίας, διὰ δὲ τῆς Νίκης, νοουμένου τοῦ νείκους. ἐγέννησε δὲ τὸ Κράτος καὶ τὴν Βίαν, ὧν χωρὶς οὐδὲν4) ἱδρύεται. οὕτως γὰρ ἐβούλευσεν ἡ Στὺξ γενέσθαι, ὅτι ὁ πρῶτος νοῦς συνεκαλέσατο πάντα ἐξελθεῖν εἰς τὸν κατὰ τῶν Τιτάνων πόλεμον, ἤγουν τῆς ἀταξίας. εἶπε δὲ τιμηθῆναι καὶ ὃς τὴν τῶν πάντων ἀταξίαν διαλύσειεν.

404. Φοίβη δʼ αὖ Κοίου. ἡ λαμπηδὼν δή, φησί, τῶν τοῦ ἡλίου ἀκτίνων, συνελθοῦσα τῷ Κοίῳ, ἤγουν ὑποχωρήσασα (ἀπὸ τοῦ κίω τὸ πορεύομαι, πλεονάζοντος τοῦ ο), ἐγέννησε τὴν Λητώ, ἤγουν τὴν5) νύκτα, διὰ τὸ ἐν αὐτῇ πάντας ἐπιλανθάνεσθαι τῶν κακῶν καὶ τῶν θλίψεων. μειλίχιον δὲ εἶπε διὰ τὸ πάντας ἐν νυκτὶ ἡμεροῦσθαι.

409. γείνατο δʼ Ἀστερίην. ἐγέννησε δὲ καὶ τὰ ἄστρα6), οἷς συνῆλθεν ὁ Πέρσης, ἅ τινα δηλαδὴ κινοῦνται. ἡ δὲ Ἀστερία τὴν Ἑκάτην ἐγέννησεν, ἤτοι τὴν σελήνην, διὰ τὸ ἑκὰς ἡμῶν εἶναι, ἤτοι πόρρω, οὕτω καλουμένην. ᾗ τινι τῇ σελήνῃ δέδωκεν ὁ πρῶτος νοῦς τιμὴν ἔχειν ἐν τῇ τε γῇ καὶ7) τῇ θαλάσσῃ καὶ ἐν τῷ οὐρανῷ. καὶ τοῖς ὁδοιποροῦσι καὶ) πλέουσίν ἐστι λυσιτελής (φαίνει δὲ κἀν τῷ οὐρανῷ)· ὅτε γάρ, φησί, τις ἐπικαλεῖται αὐτήν, θύει [*](1. οὕτω — τὸ σύμπαν f. Par. 5. νεότητα Par. μείλιχον Cas. γράφεσθαι Cas. ἐν τῇ νυκτὶ Cas.) [*](2. μὲν οὐ Cas. μὲν οὐδὲν Par. 6. ἃ — κινεῖται Par. ὁμονοούντων μηδὲν Vat. πάντων 7. τῇ — τῷ f. Vat. καὶ τῷ οὐ- ρανῷ Cas. ὁδοιποροῦσι γὰρ Cas.) [*](8. Nach καὶ: τοῖς κλαίουσιν ἢ) [*](3. νοουμένης F. f. codd. Vat. Cas. nach πλέουσιν: οἱ γὰρ) [*](4. ἵδρυται Par. ὅτι codd. ὁ δεύ- πλέοντες ἀεὶ ὄντες ἐν φόβῳ καὶ τερος νοῦς Par. πάντας Cas. θλίψει τούτων Vat. Cas.)

399
καὶ τιμᾷ αὐτήν, ὅθεν καὶ κατάγειν ταύτην φασί τοὺς μάγους 1). δίδωσι δὲ πλοῦτον καὶ τῷ ταύτην τὴν ὥραν ἐπιτηροῦντι. — οὐδʼ ὅτι μουνογενής, οὐδὲ ὅτι, φησί, μονογενής ἐστι, μικρᾶς τιμῆς ἀπορεῖ. μονογενῆ δὲ εἶπεν εἰκότως· τοῦ ἡλίου γὰρ ὑπὲρ γῆν ὄντος, ὑπὲρ ἡμᾶς εἶναι τὴν σελήνην οὐκ ἄπιστον. τῆς σελήνης δʼ οὔσης ὑπὲρ ἡμᾶς2 ), τὸν ἥλιον ἄδυτον εἶναι. ἐν ἀγορᾷ δέ, φησίν, ὠφελεῖ, ὁπότε τὸν καιρὸν ταύτης ἐπιτηρήσειέ τις. καὶ εἰς πόλεμον καὶ ἐν βασιλεῦσι τιμᾶται· καὶ τοῖς ναύταις, οἳ ἐργάζονται ἐν τῇ θαλάσσῃ τῇ δυσκόλως πεαπομένῃ, ἤτοι πλεομένῃ, ὡφέλιμός ἐστι, καὶ τοῖς ἡνιόχοις, ἐπιτηρήσασι καθʼ ὃν καιρὸν ὠφέλεια τούτοις3 ) ἐπείη. οἱ πλέοντες δὲ καὶ τὸ ὕδωρ καὶ τὴν σελήνην τιμῶσι. πολλάκις δὲ πολλὴν τοῖς τοὺς ἰχθύας ἀγρεύουσιν4) ἐποίησεν ἄγρην, πολλάκις δὲ ἠλάττωσε. καὶ ἐν αἰπολίοις ἐστὶ λυσιτελὴς σὺν Ἑρμῇ, διὰ τὸ τὸν Ἑρμῆν νόμιον εἶναι. οὕτω δὲ καὶ μονογενὴς οὖσα ἐκ μητρὸς πολλοῖς τιμᾶται. καλῶς δὲ καὶ τὸ μονογενὴς ἐκ μητρός. ἐκ5 ) γὰρ τῆς νυκτὸς μόνης αὕτη γεννᾶται καὶ ἐν νυκτὶ φαίνει.