Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

190. ἀμφὶ δὲ λευκός. τρεφομένων τῶν ἀνθρώπων ὑπὸ τοῦ σίτου ἐξέρχεται ἀφρός, ἤγουν ἡ σπερμογόνος δύναμις, ἤτοι ὁ σπόρος τῶν ἀνδρῶν. ἀπὸ δὲ τούτου τρέφεται ἡ κόρη, ἤγουν αὐτὴ ἡ τοῦ ἔρωτος δύναμις, ἥν τινα τοῖς Κυθήροις λέγει πρῶτον 2) πελάσαι, ἔπειτα τῇ Κύπρῳ, τοῖς Κυθήροις μὲν παρὰ τὸ ἔνδον κεύθεσθαι, ἤτοι κρύπτεσθαι ἔρωτα (πρῶτον μὲν3) γὰρ ἐρᾷ τις καὶ κρύπτει τὸν τοιοῦτον ἔρωτα4) ἐν ἑαυτῷ, εἶτα καὶ τὸ ποθούμενον, εἰ δυνατόν, ἐκπληροῖ), τῇ δὲ Κύπρῳ πελάσαι φησὶ παρὰ5) τὸ ποριστικὴν εἶναι τοῦ κύειν μετὰ τὸ ἀποτελεσθῆναι. ἢ Κυθήροις παρὰ τὸ κύω, τὸ γεννῶ.

194. ἀμφὶ δὲ ποίη. ποὺς λέγεται τὸ τελευταῖον μέρος τοῦ σώματος, οὐκ ἄλλοθεν ἐτυμολογούμενον ἢ παρὰ τὸ παύσω, εἰς ὃ μέρος6) ἀναπαύεται καὶ καταλήγει τὸ σῶμα. ὥσπερ γοῦν παντὸς τοῦ σώματος τέλος ὁ πούς, οὕτω καὶ πάσης φιλότητος τέλος7) ἡ συνουσία. ἐν τῷ τέλει οὖν καὶ τῇ ἐκπληρώσει τῆς συνουσίας μάρανσις γίνεται καὶ ἀπομαραίνεται τὸ τοιοῦτον, ὥσπερ καὶ ἡ βοτάνη.

200. φιλομηδέα. κατὰ μὲν τὸ μυθικὸν οὕτως ἐτυμολογεῖ ὁ ποιητής, καὶ οὐ χρεία καὶ ἡμᾶς ἐτυμολογεῖν τοῦτο. κατὰ δὲ τὴν ἀλληγορίαν οὕτως ἂν ἐτυμολογηθείη. δέον γὰρ ἐν μήδεσιν, ἤγουν ἐν βουλαῖς γίνεσθαι τὰ τοιαῦτα, ἤγουν μετὰ σκέψεως καὶ ἐξετάσεως, ἢ ὅτι φιλοῦσιν, ἤγουν εἰώθασιν οἱ ἄνθρωποι βουλευόμενοι [*](1. γὰρ Vat. Cas. ἐτίθει — του- 5. πρὸς Par. εἶναι f. Par. ποριτέστι f. Par. στικὸν Vat. Cas. μετὰ τοῦ Par.) [*](2. πρῶτον περᾶσαι ἢ πελ. Vat. Κυθήρας Vat. Cas. Cas. πελάσαι, ὅπερ ἐστίν, οἴομαι, 6. ἀναπαύεται — παντὸς τοῦ ἀληθές Vat. Cas.) [*](3. γὰρ f. Par.) [*](4. δῶ Par.) [*](7. τῆς φιλίας Vat. Cas.)

383
ἐκτελεῖν τὰ τοιαῦτα. ἐνθυμούμενοι γὰρ ὕστερον πράττουσιν.

201. τῇ δʼ Ἔρος ὡμάρτησε. ταύτῃ τῇ τεκνογόνῳ1) δυνάμει συνεκολούθησεν ὁ Ἔρως καὶ ὁ Ἵμερος. διαφέρει δὲ ἵμερος καὶ ἔρως. ἔρως μὲν γὰρ ὁ διὰ τῆς ὁράσεως μόνης2 ) γινόμενος πόθος, ἵμερος δὲ ἡ μετὰ τὴν ὅρασιν χρῆσις, καὶ τὸ τοῦ ὁραθέντος ἐπαπολαῦσαι.

203. ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν. τοῦτο δὲ ἔλαβεν ἐξ ἀρχῆς· τὰς συνουσίας τῶν παρθένων, τοὺς3) γέλωτας, τὰς ἀπάτας, τὴν τέρψιν, τὴν μειλιχίην. δεῖ γὰρ τὸν ἐρῶντα καὶ πρᾶον εἶναι.

206. τοὺς δὲ πατήρ. πάλιν πρὸς τὸ ἐξ ἀρχῆς4) ἀνατρέχει καί φησιν, ὅτι τοὺς Κύκλωπας ἐκείνους, τὸν Κόττον, τὸν Βριάρεων καὶ τὸν Γύγην, ἤγουν τοὺς ἀνέμους ἐκάλεσε Τιτᾶνας παρὰ τὸ εἰς πάντα τὰ μέρη τῆς οἰκουμένης τετάσθαι.

211. Νὺξ δʼ ἔτεκε. ὅσα μὲν φυσικῶς ἐθεωρεῖτο καὶ πρὸς τοῦτο συνέτεινε, κατʼ ἀρχὰς εἶπε. νῦν δὲ πρὸς τὰ καθʼ ἡμᾶς ἔρχεται καί φησιν, ὅτι ἡ Νὺξ ἐγέννησε τὸν Μόρον, τὴν Κῆρα, τὸν Θάνατον. ἐπεὶ γὰρ ἀφανῆ καὶ ἄδηλα τὰ πεπρωμένα πᾶσίν εἰσι, διὰ τοῦτο εἶπεν, ὅτι ἡ Νὺξ ἐγέννησε ταῦτα. ὅτι δὲ Μόρον οὐχ ἁπλῶς τὸν θάνατον δηλοῖ, ἀλλὰ τὸ μεμορμένον καὶ πεπρωμένον, ἄκουσον Ὁμήρου· δέδοικα μὴ ὑπὲρ μόρον Ἀίδος εἴσω βήσομαι, μόρου νοουμένου τοῦ πεπρωμένου καὶ εἱμαρμένου. ἐγέννησε δὲ ἡ Νὺξ καὶ Κῆρα (ἀοράτως γὰρ αἱ κακώσεις πᾶσιν ἐπέρχοντᾳι) καὶ τὸν Θάνατον (καὶ τοῦτο δὲ οὕτως νοεῖται), καὶ τὸν Ὕπνον καὶ τοὺς Ὀνείρους, οὔτινι εὐνηθεῖσα. ἡ νὺξ γὰρ ὕπνῳ καὶ τοῖς ὀνείρασιν ἀφώρισται 5). φῦλον δὲ ὀνείρων εἶπεν, ἐπεὶ ) οὐχ ἓν εἶδος ὀνείρων ἐστίν, ἀλλὰ διάφορα, διόπερ καὶ Ὅμηρος δύο πύλας ὀνείρων φησὶ κερατίνην καὶ ἐλεφαντίνην, διὰ μὲν τῆς κερατίνης τοὺς ἀληθεῖς φάσκων ἐξέρχεσθαι (ἁπὸ τοῦ κραίνω [*](1. ἐγγόνῳ Par. 4. ἐξαρχῆθεν Par.) [*](2. μόνον Vat. Cas. μετὰ ὅρασιν 5. ἀφωρίζεται Cas.) [*](6. ἤγουν Cas. ὀνείρων φησὶ f.) [*](3. τοὺς ἔρωτας Vat. Cas. Par.)

384
τὸ τελειῶ), διὰ δὲ τῆς ἐλεφαντίνης τοὺς ψευδεῖς καὶ ἀπατηλούς, ἀπὸ τοῦ ἐλεφαίρω τὸ ἀπατῶ. τὸ δὲ1) οὔτινι εὐνηθεῖσα οὐκ ἄλλως ἄν πρὸς τοῦτο συμβιβασθείη, ἀλλʼ ἢ οὕ. τως, ὥσπερ τὰ μὴ ἐκ συναφείας γινόμενα τερατώδη τινὰ πέφυκε γίνεσθαι, οὕτως ἴνα δηλώσῃ τὸ φοβερὸν τῶν ὀνείρων, τοῦτο ἐπήγαγε τὸ μόνην τὴν νύκτα ταῦτα γεννῆσαι.

214. δεύτερον οὖ Μῶμον. πάλιν δὲ ἐγέννησε τὸν Μῶμον καὶ τὴν κακοπάθειαν· ἀφανῶς γὰρ καὶ οἱ μῶμοι καὶ αἱ καταλαλιαὶ καὶ αἱ κακοπάθειαι πᾶσιν ἐπέρχονται.

215. Ἑσπερίδας θ’ αἷς. ἐγέννησε δὲ ἡ Νὺξ καὶ τὰς νυκτερινὰς ) ὥρας, αἷς ὥραις διὰ φροντίδος εἰσὶ τὰ χρυσᾶ μῆλα, ἤγουν τὰ ἄστρα καὶ τὰ δένδρα τὰ φέροντα καρπόν. σκοποῦμεν γάρ, ποίου ἀστέρος λάμποντος οὗτός ἐστιν ὁ καρπός, ποίου δὲ δύοντος οὗτος; διὰ γὰρ τοῦτο καὶ ὁ μῦθός φησι τὸν Ἡρακλέα τὰς Ἑσπερίδας ἀνῃρηκέναι ), Ἡρακλέους ἐκεῖ νοουμένου τοῦ ἡλίου, παρὰ τὸ ἔαρος κλέος, Ἑσπερίδων δὲ τῶν τῆς νυκτὸς ὡρῶν. τοῦ γὰρ ἡλίου λάμψαντος, οὔτε νὺξ οὔτε ἀστέρες εἰσί. νοεῖται δὲ καὶ οὕτως. Ἑσπερίδας τὰς ἁπλῶς ὥρας φησί, καθʼ ἃς ὥρας φροντίζομεν, ποῖος ἀστὴρ φαίνει, ποῖος δὲ οὔ, καὶ ποίου ἀστέρος φαίνοντος οὗτος ὁ καρπὸς γίνεται, ποίου δὲ δύνοντος οὗτος; καὶ εἰ4) νοηθείη οὕτως, συνταχθείη καὶ οὕτως τὰ φέροντά τε τοῖς δένδρεσι καρπόν. ἐγέννησε δὲ καὶ τὰς Μοίρας καὶ τὰς Κῆρας, ἐπεὶ πάντα ἐσωματοποίουν οἱ Ἕλληνες5 ), καὶ τὰς Μοίρας ἐσωματοποίουν καὶ ἀπὸ τῶν συμβαινόντων τὰ ὀνόματα ταύταις ἐτίθουν. ἐπειδὴ γὰρ κλώθειν λέγεται τὸν6) μίτον μίτῳ συντιθέναι, διὰ τοῦτο καὶ Κλωθ λέγεται, διὰ τὸ τὰ συμβαίνοντα πᾶσι κεκλωσμένα εἶναι, ἤγουν δεδομένα καὶ εἱμαρμένα, Λάχεσις7) παρὰ τὸ ἐπιλαγχάνον τινὶ κλώθειν, Ἀτροπος δὲ παρὰ τὸ ἄτρεπτον εἶναι τὸ μέλλον ἐπισυμβῆναί [*](1. δὲ f. Vat. Cas. συμβιβασθῇ 4. εἰ f. Par.) [*](5. καὶ — ἐσωματοποίουν f, Par.) [*](2. νυκτερινὰς f. Par. 6. τὸ μίτον Vat. Cas.) [*](3. Ἡραξκέιτς — ἔαρος κλέος f. 7. παρὰ τὸ ἐπιλαγχάνοντι Par. Par. Ἑσπερίδων γὰρ Par.)

285
τινι1). καὶ ἀπὸ τῆς Ἀτρόπου δὲ πάντα παραλαμβάνεται.

220. αἵ τʼ ἀνδρῶν τε θεῶν τε. αἵ τινες διοικοῦσι πάντα τὰ τῶν ἀνδρῶν πράγματα καὶ τὰ τῶν στοιχείων. οἵως2) γὰρ ὡρίσθησαν ἐξ ἀρχῆς, οὕτω καὶ μένουσιν. ἐγέννησε δὲ καὶ τὴν Νέμεσιν. ἡμεῖς μὲν Νέμεσιν λέγομεν τὴν ἐπὶ3) ἀλόγῳ τινὶ συμβαίνουσαν μέμψιν, οὗτος δὲ τὸν φθόνον φησίν. ἐγέννησε δὲ καὶ τὴν Φιλότητα καὶ τὴν Ἀπάτην, ἀλλʼ οὐχ οἷαι τῆς Ἀφροδίτης εἰσίν. ἐκεῖ γὰρ Ἀπάτην ἀλλοίαν φησὶ4) τῇ Ἀφροδίτῃ παρέπεσθαι, ὅθεν καὶ Παφίαν αὐτὴν καλοῦσι παρὰ τὸ παφάσκειν, ἤγουν ἀπατᾶν. ἐνταῦθα δὲ οὐ τοιαύτην, ἀλλʼ ἐπειδὴ ἀπατῶντές τινα φιλίαν 5) αὐτοῦ προσποιούμεθα, κρυπτῶς δὲ τοῦτο ποιοῦμεν καὶ ἀπατῶμεν· διὰ τοῦτο καὶ ἐν νυκτὶ ταύτην γεννηθῆναί φησιν. ἐγέννησε δὲ καὶ τὸ Γῆρας. κατʼ ὀλίγον γὰρ οἱ ἄνθρωποι μαραινόμενοι θνήσκουσιν. ἀδήλως δὲ καὶ τοῦτο ἐπισυμβαίνειν εἴωθεν. ἐγέννησε δὲ καὶ τὴν Ἔριν, ἡ δὲ Ἔρις ἐγέννησε τὸν Πόνον καὶ τὴν Λήθην, ἢ διότι, ἐὰν6) μετʼ εὐεργέτου τις ἐρίσῃ, ἐπιλανθάνεται τῶν ἐκείνου εὐεργεσιῶν, ἢ οὗτος παρʼ ἐκείνου ἐπιλανθάνεται, τὸν Λιμόν τε, εἴωθε γὰρ ἐν ᾗ ἄν θέρος πόλει7) ἐπέλθοι, λιμὸν τοῖς ἐγχωρίοις ἐπάγειν. ἐγέννησε δὲ καὶ τὰς Μάχας, τὰς Φιλονεικίας, τοὺς ψευδεῖς Λόυοθς, τὰς Ἀντιλογίας, τὴν Δυσνομίαν. καὶ γὰρ νόμος ἐστὶ τὸ μὴ φονεύειν. οἱ ἐρίζοντες γοῦν καὶ φονεύουσι, καὶ διὰ τοῦτο δυσνομίαν ἐργάζονται, ἤγουν κακῶς χρῶνται τῷ νόμῳ. ἐγέννησε δὲ καὶ τὸν Ὅρκον, ὅς τις πλεῖστα τοὺς ἐπιορκήσαντας βλάπτει. οἱ ἐρίζοντες γὰρ πολλάκις μὲν ὀμνύουσι καὶ κατʼ ὀλίγου8) προβαίνει ἐπὶ μεῖζον. καὶ τοῦτο δηλοῦντες καὶ οἱ παλαιοὶ τὴν Ἔριν ἔγραφον πρῶτον μὲν μικράν, ἔπειτα δὲ κατʼ ὀλίγον αὐξανομένην. [*](1. ἐπισυμβαίνειν τισί Vat. Cas. 4. τὴν Ἀφροδίτην Vat. Cas. ἐπα- ἀποτροπῆς — πᾶσαι Par. φίαν Par.) [*](5. αὐτὴν — δὲ οὕτω Par.) [*](2. ὡς Vat. οἵως καὶ Par. 6. μερὰ— δὲ οὕτω. Par.) [*](3. ἄλλο Vat. Cas. ἐπισυμβαίνου- 7. ἔθνος Vat. f. Par.) [*](8. καθʼ ὅλως Par. ὅσαν Par.)

386
πάντα δὲ ὅσα εἶπε την Ἔριν γεννῆσαι, εἰώθασιν ἐπὶ φιλονεικιῶν συμβαίνειν.

233. Νηρέα δʼ ἀψευδέα. ἡ θάλασσα δὲ ἐγέννησε τὸν Νηρέα, ἤγουν τὴν νῆξιν αὐτὴν τὴν ἐν τῇ θαλάσσῃ, τὴν ἀψευδέα καὶ ἀληθῆ· οὐ διαψεύδεται γὰρ τὴν ἑαυτοῦ ἐνέργειαν, ἀεὶ γὰρ τὰς ἀναθυμιάσεις ἀναπέμπει. τὸ ἀψευδῆ δὲ καὶ ἀληθῆ διαφέρει. ἀψευδὴς γὰρ λέγεται ὁ μὴ τοῖς ψεύδεσι πειθόμενος, ἀληθὴς δὲ ὁ καὶ τοῖς ψεύδεσι μὴ πειθόμενος, ἀλλὰ τἀληθῆ λέγων. ἐγέννησε δὲ1) τοῦτον πρεσβύτατον τῶν παίδων 2). τοῦτο δὲ λέγει διὰ τὸ εἰρηκέναι ἐξ ἀρχῆς πρῶτον εἶναι τὸ ὕδωρ.

235. οὐδὲ θεμιστέων λήθεται. οὐ γὰρ3) παρέρχεται ἡ θάλασσα τὰ ἑαυτῆς ὅρια.

237. αὖτις δὲ Θαύμαντα. ἐγέννησε δὲ καὶ τὸν Θαύμαντα, ἤτοι αὐτὰς τὰς ἀναθυμιάσεις παρὰ τὸ θαμὰ γίγνεσθαι. ἐγέννησε δὲ καὶ τὸν αὐθάδη Φόρκυνα, αὐτὴν δηλονότι τὴν κυματώδη φοράν. διὸ καὶ τὸ 4). ἀγήνορα προσέθηκεν. ἐγέννησε δὲ τοῦτον, μισγόμενος ) τῇ γῇ, καὶ γὰρ τοῦ ὕδατος τὴν γῆν πλήττοντος καὶ ἀντιπληττομένου συμβαίνει τοιαῦτα γίνεσθαι.

238. καὶ Κητώ. καὶ διὰ6 ) τούτου παρεμφαίνει τὸ βάθος αὐτοῦ.

239. Εὐριβίην τε. τὴν δύναμιν τοῦ ὕδατος τὴν ἀκαταπόνητον.

240. Νηρῆος δὲ7 ) γένοντο. ἐνταῦθα τὰ τῶν τοῦ Νηρέως τέκνων ὀνόματα ἔπλασεν, ἢ ἀπὸ τῶν εἰωθότων ἐν 8) τῇ θαλάσσῃ γίνεσθαι, ἢ ἀφʼ ὧν ποιοῦσιν ἢ πυνθάνουσιν οἱ ναυτίλοι. ἀπὸ τοῦ Νηρέως δέ φησιν, ἤγουν τῆς νήξεως, καὶ Δωρίδος τῆς ἠυκόμοιο9 ), ἤγουν τοῦ πλοίου, ἐγένοντο πολλὰ τέκνα. δόρατα 10) γὰρ οἱ παλαιοὶ τὰ ξύλα ἐκάλουν, ὡς καὶ Ὅηρος λέγει, τὸ δὲ δῶ ὑπὸ τῶν Ἀττικῶν ἐκτεινόμενον μέγα γράφεται. ἠύκομον δὲ [*](1. δὲ f. Vat. Cas. 6. καὶ διὰ τοῦ Par.) [*](2. τοῦτον Vat. Cas. 7. τέκνων τὰ ὀνόματα codd.) [*](3. ἑαυτῆς ἡ θάλασσα codd. 8. ἐν f. Par.) [*](4. τὸν Par.) [*](9. ἤτοι Vat. Cas.) [*](5. ισγόμενον V, 10. δούρατα Par.)

387
ταύτην λέγει διὰ τὸ τῶν ξύλων μῆκος. τοῦ τελήεντος. ἡ γὰρ τοῦ ὕδατος ὑγρότης αὔξει πάντα καὶ τελειοῖ. ἐγίνοντο γοῦν αὗται θυγατέρες· Πρωτὼ διὰ τὸ πρῶτον πάντων1), ὥς φησιν οὗτος2), ἐφεστάναι τὸ ὕδωρ3), Εὐκράτη διὰ τὸ χρείαν εἶναι τῆς4) εὐκρασίας τοῖς ναύταις, Σαὼ διὰ τὸ χρείαν εἶναι σωτηρίας τοῖς ναύταις, Ἀμφιτρίτη διὰ τὸ ἀμφιρρεπὲς5) τῆς τύχης (ἢ γὰρ ἐπὶ ζωῇ ἢ ἐπὶ θανάτῳ ἐκπλέουσι καὶ οἱονεὶ ἐν τρυτάνῃ εἰσίν, Εὐδώρη διὰ τὴν ἀντικατάλλαξιν6) τὴν τοῖς ἐμπόροις γινομένην, Θέτις δὲ διὰ τὴν συγκατάθεσιν τὴν εἰς τὸ πλεῖν (συγκαταθεμένων γὰρ τῶν ναυτῶν γίνεται πλοῦς), Γαλήνη διὰ τὸ χρείαν εἶναι γαλήνης τοῖς ναύταις, Γλαύκη διὰ τὸ λευκὸν τοῦ ὕδατος, Θαλίη διὰ τὸν ἐπιγινόμενον τοῖς ἐμπόροις πλοῦτον, Μελίτη διὰ τὸ γλυκὺ τοῦ κέρδους, Εὐλιμένη διὰ τὸ χρείαν λιμένων εἶναι τοῖς πλέουσι, Δωτὼ διὰ τὰς δωτίνας καὶ ἀντικαταλλάξεις, Κυμοθόη διὰ τὸ τῶν κυμάτων ταχύ, Σπειὼ) διὰ τὸ τοὺς πλέοντας πολλάκις καὶ σπηλαίοις ἐντυγχάνειν, Θόη διὰ τὴν θεῦσιν τὴν ἐπὶ τοῦ ὕδατος, Ἀγαυὴ διὰ τὸ χρείαν εἶναι καὶ συνέσεως τούτοις, Πρωτὼ διὰ τὸ8) καὶ τὴν εἱμαρμένην τούτοις ἀκολουθεῖν, Φέρουσα διὰ τὴν φορὰν τοῦ ὕδατος, Δυναμένη διὰ τὴν ἰσχὺν τούτου, Νησαίη διὰ τὸ νήσοις προσπελάζειν τοὺς πλέοντας καὶ ἀκταῖς, ἀφʼ οὗ9) καὶ Ἀκταίη, Πρωτομέδεια διὰ τὸ χρείαν εἶναι πρό τινος ἄλλου φροντίζειν, πῶς δεῖ πλέειν, Δωρὶς διὰ τὰ δῶρα, ἅπερ 10) διδόασι καὶ λαμβάνουσι, Πανόπη διὰ τὸ τοὺς πλέοντας πανταχοῦ ἐποπτεύειν καὶ βλέπειν, Γαλάτεια διὰ τὸν ἐπιγινόμενον ἀφρόν, Ἰπποθόη διὰ τὴν11) εἰς ὑπερβολὴν θεῦσιν τοῦ ὕδατος, Ἰππονόη διὰ τὸ δίκην ἵππων θέειν τὴν νῆα, Κυμοδόκη διὰ τὸ δέον εἶναι τοὺς ναύτας τὰ κύματα [*](1. πάντων f. Par. 7. διὰ τοὺς πλέοντας Vat. Cas.) [*](2. ὥς φησιν οὗτος f. Par. διὰ τὸ πλ. Par.) [*](3. τὸ ὕδωρ f. Cas. 8. διὰ καὶ τὸ Vat. Cas. διὰ τὸ) [*](4. τῆς f. Par. καὶ τὸ Par. ἐπακολουθεῖν Par.) [*](5. ἀμφιρροπὲς Vat. Cas. ἀμφι- 9. καὶ f. Vat. Cas. εἶναι f. Par. ρεπὲς Par. ἐκπλέουσι οἱονεὶ codd. 10. ἃ Par.) [*](6. κατάλλαξιν — ἐπιγινομένην 11. εἰς f. Cas. ὑπερβολῇ Par. Par. δὲ f. Vat. Cas.)
388
δέχεσθαι, Κυμὼ1) διὰ τὰ κύματα, Ἠϊόνη διὰ τοὺς αἰγιαλούς, Ἁλιμήδη διὰ τὸ χρείαν εἶναι βουλεύσεων ἐν τῇ θαλάσσῃ, Γλαυκονόμη διὰ τὸ τοιοῦτον χρῶμα τοῦ ὕδατος, Ποντοπόρεια διὰ τὸ τὸν πόντον περᾶν, Λειαγόρη διὰ τὸ τοὺς ὠνουμένους τι ἀπὸ τούτων λείως ἀγορεύειν πρὸς τούτους, ὡσαύτως καὶ τὸ Εὐαγόρη, Λαομέδεια διὰ τὸ φροντίζειν δεῖν τοῦ λαοῦ, Πολυνόμη διὰ τὸ πολλὰς νομὰς ἔχειν, Αὐτονόη διὰ τὸ αὐτεξούσιον τῆς τοῦ πλοίου φορᾶς (ἀφʼ ἑαυτοῦ γὰρ νέει2 ), Εὐάρνη διὰ τὸ ἄρνυσθαι καὶ ἀντικαταλλασσέσθαι, Ψαμάθη διὰ τὰς ψαμάθους, Μελανίππη διὰ τὴν μονὴν τὴν ἐν αὐτῇ 3) (οὐ πάντοτε γὰρ πλέουσι), Νησω διʼ ὃν εἴπομεν λόγον, Εὐπόμπη διὰ τὸ εὖ πέμπεσθαι, Θεμιστὼ διʼ ὃν εἴπομεν λόγον εἰς 4) τὰς θέμιστας, Προνόη διὰ τὸ τοὺς προνοουμένους ἀνθρώπους ταῦτα ποιεῖν, Νημερτής, ἤγουν ἡ κολύμβησις, ἥτις ὁμοία ἐστὶ τῷ πατρί (οὐδέποτε γὰρ ἐπιλείπει).

265. Θαύμας. ἡ δὲ ἀναθυμίασις μιγεῖσα ) τῇ Ἠλέκτρᾳ δηλονότι τῇ τοῦ ἡλίου λαμπηδόνι, ἐγέννησε τὴν Ἰριν, τὸ τόξον, (τὴν ὠκείαν διὰ τὸ ταχέως καὶ6) γίνεσθαι καὶ λύεσθαι), ἐγέννησε δὲ καὶ τοὺς ἀνέμους (ἀπὸ γὰρ ξηρῶν ἀναθυμιάσεων οἱ ἄνεμοι γίνονται)· Ἀελλώ, ἐπίθετον τῶν ἀνέμων (οὐ πάντοτε γὰρ ἱλαρὸς ἐπιγίνεται ἄνεμος, ἀλλὰ καὶ καταιγίδες πολλαί). Ὠκυπέτη διὰ τὸ ταχὺ τῶν ἀνέμων.

270. Φόρκυνι δʼ οὖ Κητώ. ἡ Κητῶ δὲ συνελθοῦσα τῷ Φόρκυνι ἐγέννησε τὰς Γραίας, δηλονότι τοὺς ἀφρούς. τοῦτο δὲ εἶπε διὰ τὸ μὴ πάντοτε πλησίον τῆς γῆς, ἀλλὰ καὶ ἐν τοῖς βάθεσι γίγνεσθαι τοὺς ἀφρούς. καλλιπαρήους διὰ τὸ λευκὸν εἶπεν. ἐκ γενετῆς πολιάς· ἅμα γὰρ τῇ γεννήσει λευκαίνονται. ἐπίθετα καὶ7 ) τὰ ὀνόματα τοῖς ἀφροῖς· Πεφρηδώ καὶ Πεφρηδώ μὲν λέγεται ἡ διὰ τοῦ γινομένου [*](1. Κυμὼ — κύματα f. Par. Γλαυ- 6. καὶ f. Par. κονόμη τε Vat. Cas. 7. καὶ τὰ ὀνόματα Par. ὀνόματα) [*](2. ναίει Cas. Vat. Cas. καὶ τοῖς ἀφροῖς Vat. ) [*](3. αὐτῷ Vat. ἑαυτῷ Cas. Cas. ῥητῷν ἀφρῶν Par. [Πεφρη-) [*](4. εἰς τὰς θέμιστας f. Par. δώ] F. ἡ διὰ — ναῦται εὐφραί-) [*](5. μιγεῖσα f. Par. δηλονότι τῇ νονται Par. διὰ τὸ γινομένου τοῦ Ἠλέκτρᾳ Vat. Cas. τῇ τοῦ ἡλίου ἀφροῦ εὐδίᾳ τοὺς ναύτας εὐφραί- Par. τοῦ ἡλίου Vat. Cas. νεσθαι Vat. Cas.)

389
ἀφροῦ εὐδία, ᾗ οἱ ναῦται εὐφραίνονται, τοῦ π πλεονάζοντος, Ἐνυὼ διὰ τὸ μάχιμον τούτου, πολλάκις 1) γὰρ γίνεται αἴτιος καταιγίδων. ἐγέννησε καὶ τὰς Γοργόνας πέραν τοῦ κλειτοῦ Ὠκεανοῦ, ἤγουν τοῦ ὕδατος. Γοργόνας δὲ τὰς ἀναθυμιάσεις φησίν, ἴσως διὰ τὸ γοργὸν τούτων. ἐσχατιῇ πρὸς νυκτός, ἤγουν αὐγαζούσης ἡμέρας. τὸ ἔσχατον γὰρ τῆς νυκτὸς ἡ αὐγή ἐστιν, ὅπου ἐν τῷ ἐσχάτῳ τῆς νυκτός εἰσιν αἰ Ἑσπερίδες, ἤγουν αἱ τῆς νυκτὸς ὧραι, ὡς προέφημεν. αἱ λιγύρω νοι. εἴωθε γὰρ κατὰ ταύτην τοὺς ἀνέμους ὀξέως πως καὶ ἠρεμαίως2 ) προσπνέειν. ἐπιτίθησι δὲ καὶ ταῖς ἀναθυμιάσεσιν ὀνόματα. καὶ3) τῶν μὲν ποταμίων ὑδάτων Σθενὼ ὀνομάζει διὰ τὸ ἰσχυρὸν καὶ θρεπτικόν, Εὐρυάλην δὲ ἀπὸ τοῦ εὐρὺ τοῦ ἁλός, Μέδουσαν τὴν τῆς γῆς ἀναθυμίασιν 4), ἧ τινι μεδόμεθα καὶ φροντίζομεν. ποία δὲ5 ) Μέδουσα; ἡ χαλεπὰ παθοῦσα διὰ τὸ μὴ πάντοτε τὰς ἐκ τῆς γῆς ἀνατελεῖσθαι ἀναθυμιάσεις, ἐπιλειψάσης6) τῆς ἐν αὐτῇ ὑγρότητος.

277. ἡ μὲν ἔην θνητή. ἤγουν οὐ πάντοτε ἡ τῆς γῆς ἀναθυμίασις γίνεται, αἱ δὲ δύο, αἱ τῶν λιμναίων ὑδάτων καὶ τῶν θαλασσίων, ἀθάνατοι πάντοτε γίνονται.7) τῇ δὲ τῆς γῆς ἀναθυμιάσει συνῆλθεν ὁ Ποσειδῶν, ἤγουν ἡ ὑδαταώδης ὑγρότης, ἐν μαλακῷ λειμῶνι. ὅτι δὲ τὴν τῆς γῆς ἀναθυμίασιν οὐκ ἄλλην ἀλλὰ τὴν Μέδουσάν8) φησιν, ἐπιφέρει τοῦτο, ὅτι οὐκ ἄλλοθεν εἴωθεν ἐπισυμβαίνειν, εἰ μὴ ἐξ9) ὑγρότητος ἐπιγινομένης τῇ γῇ ἐν ταῖς λειμῶσιν. ὁπότε δὲ ταύτης 1) τῆς Μεδούσης τὴν κεφαλήν, ἤγουν τῆς γηίνης ἀναθυμιάσεως τὴν ἐπιφάνειαν, ὁ Περσεύς, ἤγουν ὁ ἥλιος, ἀφείλετο, ἐπήδησεν ὁ Πήγασος ἵππος [*](1, γὰρ f. Par.) [*](7. ἡ τῶν λιμναίων Vat. Cas.) [*](2. ἠρέμως Par. καὶ ἡ τῆς θαλάσσης Vat. Cas.) [*](3. καὶ τῶν μὲν ποταμίων ὑδά- 8. Μεδέουσαν Cas. ἐπιφέρουσαν των codd. θρεπτικὸν τὸ τῆς θα- Cas. τοῦτο ἥτις codd. λάσσης codd. τὸ δὲ τῆς Par. Εὐ- 9 ἐξ f Par. Cas. ρυάλην δὲ F. εὐρὺ καὶ codd Με- 10. παρʼ αὐτοῦ Par. λειμῶσιν οἵ δέουσαν — Μεδέουσα Vat. Cas. τινες περὶ αὐτὰς καὶ ἐν τῷ ἀέρι) [*](4. ἀναθυμίασιν f. codd. codd.) [*](5. δὲ f. Vat. Cas 11. ταῦτα Vat. Cas. τῆς κεφα- ) [*](6. ἐπιλαμψάσης Par. λῆς Vat. Cas.)

390
καὶ ὁ Χρυσάωρ, δηλονότι οἱ ἄνεμοι καὶ αἱ ἀστραπαί. Περσεὺς δὲ ἐτυμολογεῖται παρὰ τὸ περισσῶς σεύειν καὶ ὁρμᾶν, Πήγασος δὲ παρὰ τὸ πηδᾶν. κατὰ ἀλληγορίαν δὲ1) Χρυσάωρ παρὰ τὸ χρυσῷ ἐοικέναι. καὶ ὁ μὲν ἥλιος ἀφεὶς τὴν γῆν, τὴν μητέρα τῶν μήλων, δηλονότι τῶν ἀστέρων, ἵκετο εἰς τὸν οὐρανόν· μητέρα δὲ μήλων, ἤγουν ἀστέρων, τὴν γῆν φησιν, ἐπεὶ οἱ παλαιοὶ καὶ τοὺς ἀστέρας τρέφεσθαι ἀπὸ τῶν ποταμίων ὑδάτων ἐδόξαζον. ἐπεὶ γοῦν οἱ ποταμοὶ περὶ τὴν γῆν, διὰ τοῦτο μητέρα τῶν ἀστέρων ταύτην φησί.

287. Χρυσάωρ δʼ ἔτεκε. ἄνωθεν εἰπὼν Χρυσάορα τὴν ἀστραπὴν νῦν τὴν φύσιν αὐτῆς δηλοῖ τῆς ἀστραπῆς. ἀστραπὴ γάρ ἐστι πνεῦμα, ὅπερ2 ) πυρούμενον ἐν νέφει, ῥήσσει τοῦτο καὶ ἔξεισιν. ὁ Χρυσάωρ οὖν, αὐτὴ δηλονότι ἡ φύσις τῆς ἀστραπῆς, ἐγέννησε τὸν τρικέφαλον Γηρυόνην, ἤτοι τὸν χειμῶνα, ὃν τρικέφαλον εἶπεν, ἐπειδὴ τρισὶ μησὶ περιγράφεται, ἢ ἐπειδὴ τῷ χρόνῳ τρία ταῦτα παρέπεται, ὁ ἐνεστώς, ὁ παρεληλυθαώς, καὶ ὁ μέλλων2) . μέρος δὲ καὶ οὗτος τοῦ χρόνου κατὰ τοῦτο ἄν τρικέφαλος νοηθείη, ἤγουν τὸ ἐνεστὼς ἔχων, τὸ παρεληλυθὸς καὶ τὸ μέλλον. ὅν τινα χειμῶνα Γηρυόνην φησὶ διὰ τὸ ἐν χειμῶνι βοάς τινας 4) καὶ ὄχλους ἀφίεσθαι καὶ ἤχους (γῆρυς γὰρ ἡ φωνή), ὃν Γηρυόνην, ἤγουν χειμῶνα, ἐφόνευσεν ὁ Ἡρακλῆς, ἤγουν ὁ ἥλιος, ὁ τοῦ ἀέρος ὢν κλέος ἢ τὸ ἔαρ αὐτὸ τὸ τὸν ἀέρα κλείζον. ἔκτεινε δὲ παρὰ τοῖς βουσὶ τοῖς εἰλιπόδεσσιν ἐν τῇ πάντοθεν περιρρεομένῃ Ἐρυθείῃ, ἤγουν παρʼ αὐτῇ τῆς τοῦ ἀέρος θεύσει. παρὰ τοῖς βουσίν, ἤτοι ταῖς βρονταῖς. ἐπεὶ γὰρ παρὰ ταῖς ποιηταῖς εὑρίσκεται ὁ τῆς βροντῆς ἦχος λεγόμενος μυκηθμός, παρὰ τοῦτο οὕτως νοοῖντο βόες αἱ βρονταὶ καὶ τὰ νέφη.