Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
Μουσάων Ἑλικωνιάδων.1) Μούσας τὰς λογικὰς τέχνας φησί. χορεύειν δὲ περὶ τὸν Ἑλικῶνα, ἤτοι τὴν βάσιν τοῦ ἐγκεφάλου. φασὶ γὰρ καὶ τὸ ὀστοῦν, ἐν ᾧ ἱδρύεται ὁ ἐγκέφαλος, τοιοῦτον εἶναι ἑλικοειδές· ἢ χορεύειν φησί, τουτέστι ἐγκεῖσθαι ταύτας περὶ τὸν ἐγκέφαλον, ὅτι εἰ μή τις ἀεὶ στρέφοιτο ἐπὶ τῆς τέχνης, ἣν ἐξηγήσατο, οὔποτʼ ἂν ἐν ἕξει ταύτῃ γενήσεται. καὶ λουθεῖσαι τῇ ἰοειδέϊ πηγῇ, ἤγουν τῷ ἐπιπόνῳ ἱδρῶτι (διὰ γὰρ ἱδρῶτος αἱ τέχναι κρατοῦνται), χορεύουσι καὶ συστρέφονται περὶ τὸν ἐγκέφαλον, ἔνθα. ἤγουν ἀπὸ τοῦ ἐγκεφάλου, προέρχονται2) κεκαλυμμέναι σκότῳ πολλῷ (ἀόρατοι γὰρ αἱ τέχναι κρατοῦνται). χορεύουσι δὲ συστρέφοντες περὶ τὸν ἐγκέφαλον, ἤγουν ἀπὸ τοῦ ἐγκεφάλου πατρός εἰσι, κατὰ τὴν νύκτα πορεύονται, ἤγουν ἀσωμάτως καὶ μὴ ὁρώμεναι πρός τινος.
ἢ νύχιαι πορεύονται, ἐπειδὴ ὁ νοῦς μᾶλλον κατὰ τὴν νύκτα συνάγεται καὶ γίνεται καθʼ ἑαυτὸν καὶ ταύτας προβάλλεται. αὗται δὲ περὶ τὸν ἑαυτῶν πατέρα διηνεκῶς στρέφονται, ἤγουν μένουσι περὶ τὸν ἐγκέφαλον καὶ φωνὴν πέμπουσι θαυμαστήν, περί3) τε αἰθέρος φάσκουσαι, ὃν Δία φησί, καὶ περὶ ἀέρος ἀργοῦ, ἤτοι λευκοῦ, τοῦ ἐμβαίνοντος χρυσοῖς ὑποδήμασι, τουτέστι τοῦ συγγινομένου τῷ αἰθέρι (ὁ γὰρ αἰθὴρ λαμπρός ἐστι καὶ πυρώδης), καὶ περὶ ἡλίου καὶ σελήνης καὶ ὕδατος καὶ θέμιδός τε, ἤγουν τοῦ νοῦ, παντὸς κόσμου θέσεως καὶ διαθέσεως, καὶ περὶ ἀστέρων· περὶ Λητοῦς, ἤτοι σκότους, περὶ Ἰαπετοῦ [*](1. Μουσάων — ὅπου ἂν ἐθέ- 2. προέρχονται F προερχόμεναι λοιμεν πορεύεσθαι f. Par. Statt codd. dessen Schol. 1—24 Trinc. 3. παρά τε Cas.)
23. ἄρνας ποιμαίνονθ’. αἵ τινές ποτε, δηλονότι αἱ τέχναι, ἐδίδαξαν τὸν Ἡσίοδον καὶ ἐσόφισαν ἄρνας ποιμαίνοντα, ἤγουν πρῶτον μὲν ταῖς ἀλόγοις ἐπιθυμίαις ἑπόμενον, ὕστερον δὲ ἀσχολεύσαντα ἀπὸ πάντων καὶ οἱουεὶ μύσαντα καὶ ἀναισθήσαντα πρὸς πᾶσαν αἴσθησιν. ἄρνας δὲ λέγει τοὺς ἀλόγους ἐπιθυμίας, Ἑλικῶνα δὲ τὸν ἐγκέφαλον, ἑπόμενον οὖν ταῖς ἀλόγοις ἐπιθυμίαις ὑποκάτω τοῦ νοός. ὁ μὲν νοῦς πάντων ὑπερανέστηκεν, ὅθεν καί, ὃν μέγαν μέλλομεν εἰπεῖν, κορυφαῖον καλοῦμεν διὰ τὸ τοῦ σώματος ὅλου ὑπερανεστηκέναι τὸν νοῦν. ὁ δὲ ποιμαίνων ἀφίησι τὰ ποιμαινόμενα, ὅπου ἄν ἐθέλοιεν πορεύεσθαι.
24. τόνδε δέ με. αὗται γοῦν, αἱ Μοῦσαι δηλονότι, εἶπον πρός με1), ἤγουν αἱ λογικαὶ τέχναι, ἤτοι ἐν συναισθήσει ) ἑαυτοῦ γεγονὼς καὶ ἀναλογισάμενος εἶπε πρὸς ἑαυτόν· ὦ ποιμένες, δοῦλοι κοιλίας, ἐπονείδιστοι. οἱ σοφοὶ γινώσκουσι πολλὰ ψεύδη λέγειν ὁμοιούμενα ἀληθέσι καὶ πάλιν ἀληθῆ λέγειν. τοῦτο δὲ παρήγαγε δεικνύων), ὅτι τὸ περὶ ἔργων ἀψευδῶς ) φαίνεται πρὸς τὸν ἑαυτοῦ ἀδελφὸν5 ) Πέρσην λεγόμενον6 ). εὐθὺς δὲ σκῆπτρον [*](1. πρώτιστα Par. — αἱ τῶν λό- 4. ψευδῶς Vat. Cas. γων Par.) [*](2. συνθέσει — ἀναλυσάμενος Par. 5. ἀδελφὸν f. Par.) [*](3. ὅτι καὶ τ. π. ε. καὶ ἡμερῶν 6. Nach λεγόμενον: οὕτως εἷπον γίνεται Vat. Cas. πρὸς ἐμαυτὸν Vat. Cas.)
35. ἀλλὰ τίη μοι ταῦτα. ἀλλὰ τί μοι ταῦτα, φησίν, ὥσπερ εἰ ἔλεγον περὶ τῶν ἐν δρυὶ9) καὶ πέτρᾳ σκηνωμάτων. οἱ γὰρ παλαιοὶ πρὸ τοῦ κτίσαι πόλεις ἐν δρυσὶ καὶ πέτραις ᾤκουν.
36. τύνη Μουσάων. σὺ δέ, ὦ νοῦ, ἄρχου λέγειν περὶ πάντων τῶν προαναφωνηθέντων σοι τεχνῶν, αἵ τινες ὑμνοῦσι τὸν ἑαυτῶν πατέρα, τὸν νοῦν δηλαδή, καὶ λέγουσι τὰ ὄντα καὶ τὰ10) ἐσσόμενα ὁμοφωνοῦσί τε ἀλλήλαις. τὰ γὰρ καλὰ πάντοτε συμφωνοῦσι, τὰ δὲ μὴ τοιαῦτα καὶ ἀφʼ ἑαυτῶν ἐλέγχονται. διαχέεσθαί11) τε ποιοῦσι τὸν ἐγκέφαλον, ἐνστρέφονταί τε ἀεὶ ἐν αὐτῷ, καὶ ἠχεῖσθαι ποιοῦσι τὸν νιφόεντα Ὅλουμπον, ἤτοι τὸν καθαρώτατον νοῦν. ἄρχου τε πάλιν, ὦ νοῦ, ὑμνεῖν τὸν Δία, ἤτοι τὸν νοῦν, τὸν πατέρα πάντων, ὅτι πάντων κρατεῖ, ἔπειτα λέγε περὶ ἀνθρώπων περὶ τεχνῶν τε. ποίων; ἃς ἐγέννησεν [*](1. Nach στήριξιν: ἔλαφον ἢ Cas. 8. ὅτι Par. οὔτε Cas. τοῦ Par.) [*](2. νεχείρισα Par. σβεσθείσης Vat. Cas. καὶ οὗτος) [*](3. σκοπήσας Par. κοπιᾶν Vat. ἐπέγραψεν Vat.) [*](9. δρυὶ καὶ πέτρᾳ Par. δρυσὶ) [*](4. οὕτως Par. καὶ πέτραις Cas. περὶ τεχνῶν Vat.) [*](5. θέλῃ Vat. Cas.) [*](6. ἐσόμενα Par. [10. τὰ f. Par.) [*](7. δὲ f. Par. 11. διαδέχεσθαι Par. ἀεὶ f. Par.)
56. ἐννέα γάρ οἱ νύκτας. διὰ τούτου δηλοῖ τὸ πολυχρόνιον τῶν μαθημάτων. δεῖ γὰρ τὸν μανθάνοντα πολυχρονίζειν ἐν τοῖς μαθήμασι. καὶ γὰρ ὁ ἐννέα ἀριθμὸς τέλειός ἐστιν. ἐμίσγετο5) γοῦν ταύτῃ τῇ Μνήμῃ Ζεύς, ἤγουν ὁ νοῦς, ὁ τὸ εὖ ζῆν ἡμῖν παρεχόμενος, ἡμέρας ἐννέα διὰ τὸ δεῖν εἶναι τὸν μανθάνοντα πολυχρονίζειν, ἐν τοῖς μαθήμασιν. ἐμίσγετο δὲ χωρὶς τῶν ἄλλων μαθημάτων, ἤγουν χωριζόμενος καὶ καθαρεύων πασῶν αἰσθήσεων. ἀθανάτους δὲ ταύτας λέγει διὰ τὸ ἀεὶ συμπαραμένειν τῇ φύσει καὶ μήποτε μηδὲ6) μίαν ἐκ ταύτης ἀπόλλυσθαι. ἀλλʼ ὁπότε ὁ καιρὸς παρῆλθε τῆς μαθήσεως καὶ ἡμέραι πολλαὶ ἐτελέσθησαν, ἐγέννησεν αὕτη ἡ Μνήμη ἐννέα θυγατέρας, τῶν ἐννέα τούτων εἰς λογικὰς τέχνας ἀναγομένων, αἷς θυγατράσι διὰ φροντίδος ἐστὶ τὸ φροντίζειν καὶ ᾄδειν περὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων, μικρὸν ἀπεχομέναις τοῦ Οὐρανοῦ. καὶ αὐτοῦ γὰρ ἐφικνοῦνται τοῦ Οὐρανοῦ σχεδόν, ἐξετάζουσαι, ὅπου γε ἐν τῷ οὐρανῷ πολλαὶ αὐτῶν7) γίνονται ἐξετάσεις. σὺν αὐταῖς δὲ κατοικοῦσι [*](1. Μνήμη Par. — νοΐ, ἤτοι τῷ 4. δηλῶν — παρεισάγει Cas. Διί Par. ἐγέννησε ἐν τῇ Vat. Cas. 5. ἐμίσγετο — ἐν τοῖς μαθή-) [*](2. μὲν f. Par. ἄρχειν δὲ τ. Par. μασιν f. Par. τῇ ἐλευθερίᾳ Vat Cas. 6. δὲ Par.) [*](3. καὶ f. Par. 7. αὐτοῦ Vat. f. Par.)
94. ἐκ γὰρ Μουσάωω καὶ ἑκηβόλου Ἀπόλλωνος. ἐνταῦθα περὶ τῶν ἐν οὐρανῷ διαλέγεται. τοῦ γὰρ Ἀπόλλωνος εἰς τὸν ἥλιον ἀναγομένου, φησίν, ὅτι τοῦ ἡλίου καὶ τῆς τῶν ἀστέρων κινήσεως τοιῶνδε ἐμφαινομένων ἐπʼ ἐκείνου, ἐφʼ οὗ ἂν παρηγοροῖέν3 ) τινες τὰ τοιαῦτα, γίνεται καὶ κιθαριστής. ἐπειδὴ δὲ κυρίως μὲν ἀπὸ τῶν ἐν τῇ γεννήσει ἐπιψηφισθέντων συμβαίνουσι τὰ γινόμενα εἰ μὴ γάρ τινι ἐπικλωσθείη τὸ γενέσθαι τοιῷδε, οὐκ ἄν συμβαίη, τέως δὲ καὶ ἀπὸ τῆς ἐνασκουμένης τινὶ τέχνης), διὰ τοῦτο καὶ τὰς Μούσας ἐπήγαγεν, ὡς4) διὰ μὲν τοῦ ζωδίου τῆς τύχης ἐμφαινομένας, διὰ δὲ τῆς ἀσκήσεως τὴν τοιάνδε τέχνην καὶ τὸ πλήρωμα. πάλιν τοῦ Διὸς εἰς βασιλικὸν ἀστέρα ἐμφαινομένου, τοιόσδε γίνεται οὗτος, ἐφʼ οὗ ἂν τοῦτο παρηγοροῖτο5), ἄρχων τυχὸν ἢ βασιλεύς. οὗτος δʼ ἐστὶ μακάριος, ὃν ἡ φιλοσοφία κατακοσμήσει· εἰ γάρ τίς, φησι, νεωστὶ ἐπισυμβάντος πάθους 6) κατατήκοιτο τὴν καρδίαν, ὑπὸ μουσικοῦ ἢ τοιούτου τινὸς θεραπεύεται, οἷον καὶ τὸ ἐπί τινι τῶν βαρβάρων βασιλέων συμβάν. τεθνηκυίας γὰρ αὐτοῦ τῆς συμβίου, καὶ 7) τὴν καρδίαν κοπτόμενος ἀβίωτον εἶναι τοῦτον8 ) τὸν βίον ἐνόμιζε. προσελθόντος δέ τινος αὐτοῦ μουσικοῦ καὶ τὴν [*](1. τὰς δ Cas. λόγων Par. συνά- 5. παρατηροῖτο codd. γει καὶ συνενοῖ Par. 6. ἐπισυμβάντα πάθη Cas. οἷα) [*](2. ἔρα γὰρ ἡ γῆ. ταυτὸν — Vat. συνεκφωνούμενα f. Par. 7. καὶ f. Cas.) [*](3. ἐκείνου οὐ codd. παρατηροῖεν 8. τούτῳ Vat. προελθόντος Cas. Vat. Cas. τὴν δὴν f. Par. εἰ μόνους codd.) [*](4. ὡς μὲν διὰ τοῦ ζωδιακοῦ Par. ἐμφαινομένης codd.)
116. ἤτοι μὲν πρώτιστα χάος ἐγένετο. χάος ἐνταῦθα ἠλληγόρησάν τινες τὸ ὕδωρ παρὰ τὸ κεχύσθαι. πρῶτον μὲν οὖν, φησί, προϋπέστη τὸ ὕδωρ ἡ γῆ τε, τί ἀσφαλὲς κατοικητήριον τῶν ἀθανάτων, ἀθανάτων 2) νοουμένων ἐνταῦθα ἀέρος, ὕδατος, πυρός. καὶ γὰρ κἄν τοῖς κοιλώμασι τῆς γῆς ἔστιν εὑρεῖν ἀέρα3) καὶ πῦρ καὶ ὕδωρ. καὶ τὰ ἀγγεῖα δὲ κἂν ὑγρότητος μὴ ἐμπέπλησται, ἀέρος μεταλαμβάνουσι. κατοικητήριον γοῦν ἐστιν αὕτη τῶν τοιούτων στοιχείων, ἅπερ ἀθάνατα εἶπε διὰ τὸ ἀεὶ εἶναι. ποίων δὲ ἀθανάτων κατοικητήριον; οἵπερ περὶ τὸν ἀέρα εἰσί. προϋπέστη δὲ καὶ4 ) Τάρταρος, ἤγουν ὁ ἀὴρ παρὰ τὸ τεταράχθαι. φύσει γὰρ ὄντος ἀφεγγοῦς καὶ σκοτεινοῦ τοῦ ἀέρος5 ), ὁ ἥλιος φωτίζει τοῦτο τὸ ἀχλυῶδες καὶ σκοτεινόν. καὶ ὥσπερ ἡλίου μὴ φαίνοντος ἐπίκειται ὁμίχλη, ἅμα δὲ τῷ φάνσαι τοῦτον διασκεδάζει, οὕτω καὶ ὁ ἀὴρ φύσει ὢν ζοφερὸς ὑπὸ τοῦ ἡλίου φωτίζεται. ἐπεὶ δὲ ὁ μὲν κατὰ μέσον οὐρανοῦ καὶ γῆς ἀὴρ κἄν ζοφώδης ἐστίν, (ἀποβάλλει τὸν γνόφον, αὐτοῦ φαίνοντος τοῦ ἡλίου,) ὁ δὲ ὑποκάτω τῆς γῆς ἀεὶ ζοφώδης ἐστί, διὰ τοῦτο ἐπήγαγε τὸ μυχῷ χθονὸς εὐρυοδείης, καὶ γὰρ τὸν ὑποκάτω τῆς γῆς ἀέρα συμβαίνει ἀλαμπῆ τινα εἶναι. προϋπέστη δὲ καὶ ὁ ἔρως, τουτέστιν ἡ ἁρμονία καὶ κοινωνία τῶν στοιχείων πρὸς ἄλληλα. τοῦ γὰρ ἀέρος θερμοῦ καὶ ὑγροῦ ὄντος, [*](1. δυνηθεὶς Cas. ἐνταῦθα— ἐξευ- 4. θάνατος ἢ Τάρταρος Vat. ρεῖν f. Par. μὴ δυν. ἀλ. εὑρεῖν Vat. Cas.) [*](2. ἀθανάτων f. Par. 5. ὁ ἥλιος — οὕτω καὶ ὁ ἀὴρ) [*](3. καὶ — καὶ f. Par. δὲ κἂν f. Cas. τούτου φωτίζει τ. α. Par. codd ὑγρότητας Vat. ὑγρότητα ἀχλυῶδες φωτίζεται Cas. διασκε- Par. Cas. αὕτη f Par. δάζεται Cas. ὁ μὲν μέσον codd)
126. γαῖα δέ τοι ἡ γῆ δὲ7) πρῶτον μὲν ἐγέννησε τὸν οὐρανόν. φησὶ γὰρ τὴν γῆν κέντρου λόγον ἐπέχειν πρὸς τὸν οὐρανόν. τὸ δὲ ἶσον ἑαυτῇ, ἤγουν πάντοθεν ὁμοίως ἀπέχοντα καὶ διεστηκότα ταύτης8 ) (πάντοθεν γὰρ ἶσος ἀφέστηκε τῆς γῆς), ἵνα ταύτην παρακαλύπτῃ πανταχοῦ, ἕως9) ἐστήρικται καὶ τὰ στοιχεῖα ἐν αὐτῇ. ἐγέννησε δὲ καὶ τὰ ὅρη· ὅσον γὰρ γλίσχρον τῆς γῆς, ἀναπηδῆσαν καὶ ἐξοστρακισθὲν ἐξ αὐτῆς, ὅρη ἐγένετο, ὅσον λεπτὸν ταύτης, ἐκμυζηθὲν τὴν θάλασσαν ἀπετέλεσε. ποῖα δὲ ὄρη ἐγέννησε; τὰ κατοικητήρια τῶν νυμφῶν, ἤτοι τῶν πηγῶν, αἵ τινες κατοικοῦσι ἀνὰ τὰ ὄρη τὰ βησσήεντα, ἤγουν τὰ ἀφʼ ἑνὸς μέρους βάσιμον 0) τὴν πορείαν ἔχοντα, ὥσπερ [*](1. μὲν ἔχειν Cas. 7. δὲ f. Cas.) [*](2. πρὸς τὸ Cas. 8. ταύτῃ Par. ἴσως — τῇ γῇ) [*](3. πρὸς τῷ τε Vat. — περικαλύπτῃ Par.) [*](4. πρὸς τὸ Par. τοῦτό ἐστιν 9. ἕως ὅτου — ἐν αὐτῷ — ἐξ ὅπερ codd. αὐτοῦ — ὄρη ἐγένοντο Par. ἕως) [*](5. αἴτιος f. Par. ὅτε Vat. Cas. ἐν ἑαυτῇ Vat. Cas.) [*](6. καὶ Cas. ἢ αἰθὴρ Par. πάντων ἀνθρώπων Vat. Cas. δύναται Par. 10. βάσιμον f. Par.)
134. Κοῖόν τε Κρεῖόν τε. διὰ τῶν τοιούτων4) ὀνομάτων συμβαίνει νοεῖσθαι τῶν ὑομένων ὑδάτων τὴν ἐτυμολογίαν. διὰ μὲν γὰρ τοῦ Κοίου5) τὸ ποιὸν νοεῖται τοῦ ὀμβρίμου ὕδατος, διὰ δὲ τοῦ Κρειοῦ τὸ ἀκράτητον τοῦ ὕδατος τῆς γῆς, διὰ δὲ τοῦ Υπερίονος τὸ ἀπὸ τοῦ ὑπὲρ6) ἡμᾶς κατέρχεσθαι τόπου, διὰ δὲ τοῦ Ἰαπετοῦ τὸ ἴεσθαι καὶ πέτεσθαι, διὰ δὲ τῆς θείας τὴν θεῦσιν καὶ τὴν ταχύτητα τῶν ὑδάτων, διὰ τῆς Φοίβης τὸ καθαρώτατον τούτων καὶ εὐειδές, διὰ δὲ τῆς Θέμιδος τὴν θέσιν τοῦ ὕδατος καὶ διευθέτησιν, μέχρις ἄν συνίσταται τὰ τῇδε πάντα καὶ τὰ ὕδατα κατερχόμενα ἄνωθεν ῥέουσι7 ), διὰ δὲ τῆς Ῥέας τὴν ῥεῦσιν, διὰ τῆς Μνημοσύνης τὸ μόνιμον τούτων, Μνημοσύνης τινὸς οὔσης, διὰ τῆς Τηθύος τὸ αὐξητικόν τε τούτου καὶ θρεπτικόν. μετὰ8) τοῦτο δὲ ἐγένετο ὁ Κρόνος, δηλονότι ὁ χρόνος, συνεπινοουμένου τῷ χρόνῳ καὶ τοῦ ἡλιακοῦ περιδρόμου. ἄλλο τι γὰρ οὐκ ἔστιν ὁ χρόνος, εἰ μὴ ἡ διὰ τῶν δώδεκα ζωδίων διόδευσις τοῦ ἡλίου. μετὰ ταῦτα γὰρ συνέστη ) ὁ ἥλιος ὁ ἀγκυλομήτης, περὶ ὃν δηλαδὴ πολλά εἰσι τὰ ἀγκύλα καὶ ἀνώμαλα.
138. δεινότατος παίδων. μόνος γὰρ οὗτος οὐχ ὑποπίπτει τῷ χρόνῳ, τῶν ἄλλων φθειρομένων καὶ εἰς τὰ [*](1. ἡ ὁδὸς ἡ λεία Vat. Cas ἦς 6. ὑπὲρ f. Par. διὰ τοῦ — διὰ — οὐκ ἔστιν f. Par. τῆς Vat. Cas.) [*](7. διὰ δὲ τῆς Ῥέας τὴν ῥεῦσιν) [*](2. τοὺς ποταμοὺς Par F. f. codd. τούτου Par.) [*](3. ὸ κατερχόμενον Par. 8. μετὰ τούτων ἐγένετο Par. ἄλλα γάρ τι at. κάρ ἐστιν Par.) [*](4. τούτων τῶν Par.) [*](5. διὰ τὸ Κοῖον Par. 9. σύνεστι Par)
154. ὅσοι γὰρ γαίης τε. ὅσα γάρ φησιν ἀνεβλάστανον9) ἀπὸ τῆς γῆς, τῷ ἑαυτῶν πατρὶ μισητῶς διετίθεντο. πατέρα δὲ τὸν οὐρανὸν τὰ ἀπὸ τῆς γῆς βλαστάνοντα κέκτηνται.
155. δεινότατον τῶν παίδων. τοῦτο εἶπεν, ἐπειδὴ μετὰ τὸ τὰ τῇδε πάντα πραχθῆναι ἄχρι καὶ τὰ νῦν σπειρόμενα σπέρματα ἀναδίδονται καὶ ἐξέρχονται τῶν λαγόνων [*](1. συνεστήκεσαν Cas. πατέρα f. 6. Κόττος Vat. Cas. ἀπειρητι- Par. καὶ τούτων codd. κὸν Par. δὲ — Βριάρεω τὸ f. Par) [*](2. τῇ προνοία τῇ θείᾳ Cas. τῇ Γύγης Vat. Cas. τὸ ἄτοπον Par. γαίᾳ προνοίᾳ Vat.) [*](8. ἤγουν τῶν Vat. χεῖρες f. Cas.) [*](3. αἱ — αἱ — καὶ αἱ f, Vat. πάντας Vat. Cas. πρὸς τὰς ρ Vat Cas. ἐπειδὴ μέσον codd. Cas.) [*](9. ἀνεβλάστησαν Cas. ἄχρι μαὶ) [*](4. ἢ τοῦ Par. τοῦ νῦν σπειρόμενα τὰ καὶ ὅσα) [*](5. λέγει Vat. Cas. βορέαν Par. ἐξ codd.)
159. ἡ δʼ ἐντὸς στοναχίζετο. ἡ δὲ γῆ, φησί, ποτὲ μὲν πολλὰ ἀναφιεῖσα4), ποτὲ δὲ ὑδατώδη πλημμύραν ἐν ἑαυτῇ δεχομένη, ἐστοναχίζετο καὶ ἐστενοχωρεῖτο. ἐμηχανήσατο δὲ δολίαν, ἤγουν συνετὴν τέχνην. κατασκευάσασα γὰρ ἀπὸ ἀδάμαντος, ἤτοι σιδήρου, δρεπάνην εἶπε τοῖς φίλοις πᾶσι παισίʼ τιμωρησώμεθα τὸν ὑμῶν πατέρα. πάντων δὲ πρὸς τοὖργον δειλανδρησάντων ), ὁ Κρόνος μόνος ἐθάρρησε τοῦτο ποιῆσαι. καλῶς δὲ τοῦτο εἶπε. πάντα γὰρ τὰ ἐκ τῆς γῆς προερχόμενα μητέρα κέκτηνται ταύτην. τινῶν δὲ τούτων μὴ δυνηθέντων στῆσαι τὴν τῶν ὑδάτων ἄτακτον6) φορὰν μηδὲ καλῶς μετέρχεσθαι τὰ τῆς γῆς. μόνος ὁ Κρόνος δηλονότι ὁ ἀρχαιότατος τῶν ἀνθρώπων τοῦτο ἐδυνήθη7), θαρρήσαντες δὲ μετήεσαν μὲν τὰ τῆς γῆς, τοῦ δὲ οὐρανοῦ οὐδὲ ὀλίγον ἐφρόντιζον.
171. ἐπεὶ πατρός γε δυσω νύμου. καλῶς καὶ τοῦτο προσέθηκε. καὶ γὰρ ὁ ἄνθρωπος οὐδένα λόγον κέκτηται τοῦ οὐρανοῦ. οὔτε γὰρ γεννώμενος ) ἐξ αὐτοῦ τὴν ὑπόστασιν ἔχει, οὔτ’ ἂν ἀναλυόμενος εἰς αὐτὸν ἀναλύεται. διὰ τοῦτο εἶπεν, ὅτι οὐ φροντίζω τοῦ οὐρανοῦ.
173. γήθησεν δὲ. ἐπὶ πάσης διαχύσεως εἰώθασιν οἱ ποιηταὶ τοῦτο τιθέναι, ὡς καὶ Ὅνγρος· πᾶσα δὲ γήθησε πέρι χθών.
[*](1. ἀμετάτρεπτοι Par. μισητῶς λοις πᾶσι παισὶ f. Cas. δὲ codd. τῷ ἑαυτῶν f. Par. 5. δειλησάντων Cas.)[*](2. τῶνδε Par. 6. ἄστατον Par.)[*](3. ἀτάκτως f. Par. 7. τοῦτο ἐδυνήθη — δὲ F. f.)[*](4. ναφύουσα Par. ἑαυτῆς Vat. codd. ἐν ἑαυτῇ Par. ἐστοναχίζετο — φί- 8. γενόμενος Par. τὴν f. Cas.)174. εἷσε δέ μιν κρύψασα λόχῳ. ὥσπερ οἱ λοχῶντες καθήμενοι ἐνεδρεύουσι καὶ κρύπτονται, οὕτως οἱ θερίζοντες οἱονεί τινι λόχῳ προσκαθήμενοι, τὰς στάχυας 1) ἐκθερίζουσιν. ἐδίδαξεν οὖν, φησί, τοὺς ἀνθρώπους ἡ γῆ, πῶς δεῖ ταῦτα μετέρχεσθαι. δέδωκε δὲ αὐτοῖς καὶ δρέπανον) κεχαραγμένους ὀδόντας ἔχον καὶ ὑπέθετο τούτοις πάντα τὰ τεχνάσματα. τὸ δὲ λοιπὸν μυθικόν ἐστι.
178. ὁ δʼ ἐκ λοχεοῖο. καὶ γὰρ οἱ θερίζοντες τῇ λαιᾷ τῶν ἀσταχύων ἐπιλαμβανόμενοι τῇ δεξιᾷ ἀποδρεπανίζουσιν. ἀπέκοψε δὲ τὰ αἰδοῖα τοῦ οὐρανοῦ, ἤγουν τὴν ἄτακτον ἐκείνην τῶν ὑδάτων φοράν.
181. πάλιν δʼ ἔρριψε φέρεσθαι. καὶ γὰρ οἱ γεωργοὶ ἀπὸ τῶν πρώην3 ) γεωργηθέντων ἐπιρριπτοῦντες ἐπὶ τὴν γῆν πάλιν εἰσκομίζονται τοὺς καρπούς· διὰ τοῦτο εἶπεν, ὅτι4) οὐκ ἔφυγον μάτην ἀπὸ τῆς χειρὸς αὐτοῦ. ὅσαι γὰρ κόκκων. καταβολαὶ καταβληθεῖσαι ἐπὶ τὴν γῆν αἱματόεσσαι, ἤγουν αἴτιαι τῆς συστάσεως τοῦ ἡμετέρου αἵματος, πάσας δέχεται ἡ γῆ. τοῦ χρόνου δὲ περιερχομένου ἐγέννησε τὰς Ἐρινῦς, ἤγουν τὰ σπέρματα παρὰ τὸ ἐν τῇ ἔρᾳ καὶ ἐν5) τῇ γῇ ναίειν. ἐγέννησε δὲ καὶ τοὺς Γίγαντας, δηλονότι τὰ δένδρα, ἅπερ ὑψηλὰ μὲν ὡς Γίγαντές εἰσι, τοὺς κλῶνάς τε κέκτηνται ἀντὶ δοράτων6 ), καὶ ἀντʼ ἀσπίδων τὰ στελέχη. ἢ Γίγαντας τὸν σῖτον, ὃς τὰς ἀνθερίκας ἀντὶ δοράτων προβάλλεται ), τὸ δὲ ἄχυρον ἀντʼ ἀσπίδος. ἐγέννησε δὲ καὶ τὰς Νύμφας τὰς ἐκ τῆς γῆς ἀναφυομένας βοτάνας. ἐτυμολογεῖται δὲ παρὰ τὸ νέας φαίνεσθαι, ἃς νύμφας μελιηδέας, ἤγουν ἐνηδόνους οἱ ἄνθρωποι κατὰ γῆν ὀνομάζουσι.
188. μήδεα δʼ ὡς τὸ πρῶτον. οὐκ ἄλλως ἄν νοηθείη τοῦτο8) ἢ οὕτως, ὥσπερ ἐξ ἀρχῆς εἰσεκομίσθη ὁ σῖτος καὶ εἰς πλοῖα εἰσεβλήθη, οὕτως ἐφέρετο ἀνὰ τὸ [*](1. οὺς καρποὺς — θερίζουσι 6. καὶ f. Par. ἀσπίδων κέκτην- Par. τὰ ταῦτα Vat. Cas. ται codd.) [*](2. ar. δρέπανον τὸ Vat. Cas. ἔχοντα 7. περιβάλλεται — καὶ δὲ ἄγρον) [*](3. πρωὶ Cas) [*](4. ὅτι f. Par. μαιείαν Vat 8 τοῦτο f. Cas. ἐκομίσθη —) [*](5. ἐν f. Cas ἐνεβλήθη Par.)