Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

134. Κοῖόν τε Κρεῖόν τε. διὰ τῶν τοιούτων4) ὀνομάτων συμβαίνει νοεῖσθαι τῶν ὑομένων ὑδάτων τὴν ἐτυμολογίαν. διὰ μὲν γὰρ τοῦ Κοίου5) τὸ ποιὸν νοεῖται τοῦ ὀμβρίμου ὕδατος, διὰ δὲ τοῦ Κρειοῦ τὸ ἀκράτητον τοῦ ὕδατος τῆς γῆς, διὰ δὲ τοῦ Υπερίονος τὸ ἀπὸ τοῦ ὑπὲρ6) ἡμᾶς κατέρχεσθαι τόπου, διὰ δὲ τοῦ Ἰαπετοῦ τὸ ἴεσθαι καὶ πέτεσθαι, διὰ δὲ τῆς θείας τὴν θεῦσιν καὶ τὴν ταχύτητα τῶν ὑδάτων, διὰ τῆς Φοίβης τὸ καθαρώτατον τούτων καὶ εὐειδές, διὰ δὲ τῆς Θέμιδος τὴν θέσιν τοῦ ὕδατος καὶ διευθέτησιν, μέχρις ἄν συνίσταται τὰ τῇδε πάντα καὶ τὰ ὕδατα κατερχόμενα ἄνωθεν ῥέουσι7 ), διὰ δὲ τῆς Ῥέας τὴν ῥεῦσιν, διὰ τῆς Μνημοσύνης τὸ μόνιμον τούτων, Μνημοσύνης τινὸς οὔσης, διὰ τῆς Τηθύος τὸ αὐξητικόν τε τούτου καὶ θρεπτικόν. μετὰ8) τοῦτο δὲ ἐγένετο ὁ Κρόνος, δηλονότι ὁ χρόνος, συνεπινοουμένου τῷ χρόνῳ καὶ τοῦ ἡλιακοῦ περιδρόμου. ἄλλο τι γὰρ οὐκ ἔστιν ὁ χρόνος, εἰ μὴ ἡ διὰ τῶν δώδεκα ζωδίων διόδευσις τοῦ ἡλίου. μετὰ ταῦτα γὰρ συνέστη ) ὁ ἥλιος ὁ ἀγκυλομήτης, περὶ ὃν δηλαδὴ πολλά εἰσι τὰ ἀγκύλα καὶ ἀνώμαλα.