Exegesis in Hesiodi theogoniam
Anonymi Exegesis in Hesiodi Theogoniam
Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.
138. δεινότατος παίδων. μόνος γὰρ οὗτος οὐχ ὑποπίπτει τῷ χρόνῳ, τῶν ἄλλων φθειρομένων καὶ εἰς τὰ [*](1. ἡ ὁδὸς ἡ λεία Vat. Cas ἦς 6. ὑπὲρ f. Par. διὰ τοῦ — διὰ — οὐκ ἔστιν f. Par. τῆς Vat. Cas.) [*](7. διὰ δὲ τῆς Ῥέας τὴν ῥεῦσιν) [*](2. τοὺς ποταμοὺς Par F. f. codd. τούτου Par.) [*](3. ὸ κατερχόμενον Par. 8. μετὰ τούτων ἐγένετο Par. ἄλλα γάρ τι at. κάρ ἐστιν Par.) [*](4. τούτων τῶν Par.) [*](5. διὰ τὸ Κοῖον Par. 9. σύνεστι Par)
379
ἀφʼ ὧν συνέστηκε1), διαλυομένων, καὶ τούτῳ ὑποπιπτόντων. ἐμίσησε δὲ ὁ ἥλιος καὶ τὸν ἑαυτοῦ πατέρα χρόνον. πάλιν δὲ ἐγέννησε τοὺς Κύκλωπας, δηλονότι τὰς βροντάς, τὰς ἀστραπὰς καὶ τοὺς κεραυνούς, οἵ τινες καὶ τῇ θείᾳ προνοίᾳ2 ) ταῦτα παρέχουσιν, οἳ Κύκλωπες, ἤγουν αἱ3 ) βρονταί, αἱ ἀστραπαί, καὶ οἱ κεραυνοὶ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς θεοῖς, ἤγουν τοῖς ἄλλοις στοιχείοις ὑπῆρχον, κατὰ τοῦτο δὲ μόνον διέφερον, ἐπειδὴ κατὰ μέσον τοῦ μετώπου εἶχον τὸν ὀφθαλμόν, ἐπειδὴ κατὰ τὸ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἤγουν4) τοῦ ἀέρος εἶχον τὴν ἐπιφάνειαν. ἄλλοι δὲ τοῦ. οὐρανοῦ καὶ τῆς γῆς ἐγένοντο τρεῖς μεγάλοι παῖδες, λέγω5 ) δὲ τοὺς ἀνέμους Ζέφυρον, Βορρᾶν καὶ Νότον. ἐτυμολογεῖ δὲ διὰ τῶν ὀνομάτων τὰς τῶν ἀνέμων δυνάμεις, διὰ μὲν τοῦ Κόττου6 ) τὸ ὀργίλον τούτου καὶ δριμύ τε καὶ ἀπειλητικόν, διὰ δὲ7) τοῦ Βριάρεω τὸ ἰσχυρὸν καὶ σφοδρόν, διὰ δὲ τοῦ Γύγου τὸ ἀπὸ τῆς γῆς γεννᾶσθαι, γύων τῶν πλέθρων τῆς γῆς νοουμένων. τούτων τῶν ἀνέμων8) ἑκατὸν ἦσαν χεῖρες. διὰ τούτου δείκνυσι τὸ ἰσχυρὸν καὶ πρὸς πάντα σύντομον τῶν ἀνέμων. τὸ δὲ ν κεφαλὰς πρὸς τὸ ρ χεῖρας νοεῖται. ἐπειδὴ γὰρ ρ ἦσαν χεῖρες, ἀνάγκη καὶ πεντήκοντα εἶναι κεφαλάς.