Exegesis in Hesiodi theogoniam

Anonymi Exegesis in Hesiodi Theogoniam

Anonymous. Glossen und Scholien zur hesiodischen Theogonie mit Prolegomena. Flach, Hans, editor. Leipzig: Teubner, 1876.

126. γαῖα δέ τοι ἡ γῆ δὲ7) πρῶτον μὲν ἐγέννησε τὸν οὐρανόν. φησὶ γὰρ τὴν γῆν κέντρου λόγον ἐπέχειν πρὸς τὸν οὐρανόν. τὸ δὲ ἶσον ἑαυτῇ, ἤγουν πάντοθεν ὁμοίως ἀπέχοντα καὶ διεστηκότα ταύτης8 ) (πάντοθεν γὰρ ἶσος ἀφέστηκε τῆς γῆς), ἵνα ταύτην παρακαλύπτῃ πανταχοῦ, ἕως9) ἐστήρικται καὶ τὰ στοιχεῖα ἐν αὐτῇ. ἐγέννησε δὲ καὶ τὰ ὅρη· ὅσον γὰρ γλίσχρον τῆς γῆς, ἀναπηδῆσαν καὶ ἐξοστρακισθὲν ἐξ αὐτῆς, ὅρη ἐγένετο, ὅσον λεπτὸν ταύτης, ἐκμυζηθὲν τὴν θάλασσαν ἀπετέλεσε. ποῖα δὲ ὄρη ἐγέννησε; τὰ κατοικητήρια τῶν νυμφῶν, ἤτοι τῶν πηγῶν, αἵ τινες κατοικοῦσι ἀνὰ τὰ ὄρη τὰ βησσήεντα, ἤγουν τὰ ἀφʼ ἑνὸς μέρους βάσιμον 0) τὴν πορείαν ἔχοντα, ὥσπερ [*](1. μὲν ἔχειν Cas. 7. δὲ f. Cas.) [*](2. πρὸς τὸ Cas. 8. ταύτῃ Par. ἴσως — τῇ γῇ) [*](3. πρὸς τῷ τε Vat. — περικαλύπτῃ Par.) [*](4. πρὸς τὸ Par. τοῦτό ἐστιν 9. ἕως ὅτου — ἐν αὐτῷ — ἐξ ὅπερ codd. αὐτοῦ — ὄρη ἐγένοντο Par. ἕως) [*](5. αἴτιος f. Par. ὅτε Vat. Cas. ἐν ἑαυτῇ Vat. Cas.) [*](6. καὶ Cas. ἢ αἰθὴρ Par. πάντων ἀνθρώπων Vat. Cas. δύναται Par. 10. βάσιμον f. Par.)

378
καὶ τὸ ἀτραπός. ἀτραπὸς γὰρ λέγεται ἡ λεία ὁδός1 ), ἧς ἐκτραπῆναι οὐκ ἔστιν. ἐγέννησε δὲ καὶ τὸν πόντον, (ὅσον γὰρ λεπτότατον τῆς γῆς, ἐκμυζηθὲν οἱονεί, τοῦτον ἀπετέλεσε), μήτινι συνελθοῦσα, ἔπειτα δὲ συνελθοῦσα τῷ οὐρανῷ ἐγέννησε τὸν Ὠκεανόν, ἤγουν τὸν2 ) ποταμὸν παρὰ τὸ ὠκέως νάειν. καὶ γὰρ ἄνωθεν κατερχομένου τοῦ ἀτμοῦ, τοῦ ἐκ τῆς γῆς ἀναχθέντος, συμβαίνει τὰ κατερχόμενα3 ) εἰς λίμνας ὑδάτων συνεστάναι.