Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Μηχάνημα τοῦ Ἀννίβου. ὅπως οἶ Ῥωμαῖοι ἐσφάλησαν ἐκ κακοβουλίας τοῦ σφῶν στρατηγοῦ. ὅτι εἰς κίνδυνον κατέστησαν οἱ περὶ τὸν Ῥοῦφον ἐξ ἀβουλίας αὐτοῦ καὶ ὅτι ταχὺ μετεβάλετο καὶ τῷ δικτάτωρι 3) ὑπετάγη.

Περὶ χρησμῶν. ὅπως ἡ 4) ἐν Κάνναις ἧττα τοῖς Ῥωμαίοις συνέπεσε καὶ ὅσα ὁ Ἀννίβας ἐποίησεν εἰς μάχην αὐτοὺς ἐκκαλούμενος καὶ ὅσα ἐμηχανή- σατο ἐκείνῳ τὴν νίκην κατ’ ἐργαζόμενα. ὅτι εἰ τότε ὁ Ἀννίβας εἰς τὴν Ῥώμην ὥρμησεν, εἷλεν ἂν ἀυτὴν.

[*](1) ἄτριπτον pro ἀτρέπτως 2) περιέκλεισαν pro περιέτρ κλυσαν 3) δικτάτωρι] Per compendium δϊκτα, ut supra, quod τορι est potius quam τωρι 4) ἡ] οἱ.)
316

Περὶ τοῦ Σκιπίωνος. ὅπως οἱ ἐν τῇ Ῥώμῃ διετέθησαν τὴν ἧτταν τῶν οἰκείων μαθόντες. ὅπως τοῖς αἰχμαλώτοις ὁ Ἀννίβας ἐχρήσατο. βούλευμα θαυμαστὸν ὅπως ὁ Ἀννίβας τοὺς Νεαπολίτας ᾠκειώσατο καἰ τὴν Καπύην καὶ τὴν Καμπανίαν τῶν Ῥωμαίων μετέστησε καὶ ἄλλους εἷλε καὶ ἀπηνῶς αὐτοῖς χρησάμενος ἀνέκοψε τοὺς λοιποὺς μὴ προσιέναι αὐτῷ. ὅπως οἶ ἐν Βασιλίναις Ῥωμαῖοι τῆς πολιορκίας ἐρρύσθησαν.

Στρατήγημα τοῦ Ἀννίβου. ὅτι διὰ τρυφὴν καὶ ῥᾳστώνην οἱ Καρχηδόνιοι ἡττήθησαν. ὅσα οἱ 1) Σκιπίωνες ἐν Ἰβηρίᾳ ἐποίησαν.