Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ὅτι οὐδὲν ἔχοντες οἴκοι στεῖλαι οἶ Σκιπίωνες ἀστραγάλους τοῖς παισὶν ἔστειλαν. ὅσα ὁ Ἀρχιμήδης κατὰ τῶν Ῥωμαίων ἐμηχανήσατο πολεμούντων τὰς Συρακούσας.
Ὅσα τοῖς Ῥωμαίοις συνέβη δεινά. ὅπως ὑπὸ Μαρκέλλου ἑάλωσαν αἶ Συράκουσαι. ὅπως ὁ Ἀρχιμήδης ἀνῃρέθη.
ὅσα οἱ Καρχηδόνιοι ἐν Σικελίᾳ ἐποίησαν καὶ ὁ Ἀννίβας ἐν τῇ Ῥώμῃ ἐλθὼν εἰργάσατο, καὶ ὅπως ἐκεῖθεν ἀνεχώρησεν. ὅπως τὴν Καπύην οἶ Ῥωμαῖοι παρέλαβον καὶ ὅπως αὐτοῖς ἐχρήσαντο. 2) ὅσα ὁ Λαουίνιος πρὸς Φίλιππον ἀντιστρατευόμενος ἔπραξεν.
ὅπως ὁ Ἀσδρούβας ἐν Ἰβηρίᾳ τὸν Γάιον Κλαύδιον ἠπάτησε καὶ διέδρα. ὅτι Σκιπίων ὁ Πού- πλιος ᾑρέθη στρατηγὸς τῶν ἐν Ἰβηρίᾳ. σημείωσαι τόλμαν καὶ μηχανὴν τοῦ κατηγορηθέντος. ὅπως ὁ Μουτίνας ἐκ Καρχηδονίων Ῥωμαίοις προσεχώρησεν.