Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅτι αὖθις πόλεμοι μεταξὺ ῾Ρωμαίων ἀνερράγησαν καὶ Καρχηδονίων Ἀννίβου στρατηγοῦντος αὐτῶν τοῦ Ἀμίλκου παιδός. περὶ τῆς ἐν Εὐρώπῃ Ἰβηρίας ὅπου ἐστὶ καὶ μέχρι τίνος διήκει. ὅτι ὁ Ἀννίβας ἐπολιόρκει τοὺς ἐν Ἰβηρίᾳ Ζακυνθίους. ἅλωσις τοῦ περιβόλου τῶν Ζακυνθίων. ὅτι ἔκαυσαν οἱ Ζακύνθιοι τὰ τιμιώτερα τῶν χρημάτων αὐτῶν καὶ αὐτοὶ σὺν ἀπονοίᾳ τοῖς ἐναντίοις συμμίξαντες κατε- κόπησαν.

Ὅτι πόλεμος ἐψηφίσθη ῾Ρωμαίοις κατὰ Καρχηδονίων. ὅτι πρέσβεις ἐπέμφθησαν εἰς Καρχηδονίους. περὶ σημείων γενομένων πρὸ τῆς μάχης τῶν

315
Ῥωμαίων καὶ τῶν Καρχηδονίων καὶ περὶ ὀνείρου τῷ Ἀννίβᾳ φανέντος.

ὅτε οἱ Ῥωμαῖοι τῶν ὑπάτων τὸν μὲν εἰς Σικελίαν ἔπεμψαν, τὸν δὲ εἰςἸβηρίαν, καὶ ὅπως ὁ Ἀννίβας ἐπεραιώθη τὸν Ῥοδανόν. ὅτι οἱ πεμφθέν- τες παρὰ τῶν ἀντιμαχομένων εἰς κατασκοπὴν συνήν- τησαν ἀλλήλοις καὶ ἐμαχέσαντο. καὶ ὅτι ὁ Ἀννίβας ἄτριπτον ἴ’) ὁδὸν δι’ ὀρῶν διαβὰς ἐκακοπάθησε καὶ πολλοὺς ἀπώλεσε τῶν οἰκείων. μάχαι διάφοροι Ῥω μαίων καὶ Καρχηδονίων τοῦ Ἀννίβου αὐτῶν στρα- τηγοῦντος.

ὅτι κατεστρατήγησε τῶν Ῥωμαίων ὁ Ἀωωίβας καὶ πολλοὺς ἀνεῖλε καὶ οὐ μείους ἐζώγρησε, καὶ ἐπὶ τὴν "Ρώμην ἠπείγετο. ὅσα ἐποίουν οἱ ἐν τῇ Ῥώμῃ μαθόντες τὰ κατὰ τὸν Ἀννίβαν. ὅτι περιέκλεισαν 2) τοὺς πολεμίους οἱ Ῥωμαῖοι εἰς τὴν Καμπανίαν.