Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅπως ἀντέταξε τοὺς ἑαυτοῦ τοῖς τοῦ Κύρου ὁ Κροῖσος. ὅτι ὁ παιὰν ᾠδή ἐστι πολέμου. ὅτι αἱ κάμηλοι τοῖς ἵπποις δειλίαν ἐνέβαλον. συμβολὴ Περσῶν καὶ Αἰγυπτίων , ἐν οἶς καὶ ὁ Ἀβραδάτας, ὃς ἐκπεσὼν τοῦ ἅρματος κατεκόπη. ὅτι πεσών τις μαχαίρᾳ τὸν ἵππον τοῦ Κύρου ἔπληξε, καὶ οὕτως ὁ Κῦρος ἐκ τοῦ ἵππου κατεβλήθη. ὅτι κυκλωθέντες οἱ Αἰγύπτιοι ὑπὸ τῶν πολεμίων, καὶ μὴ δυνάμενοι ἀντέχειν, ὑπὸ ταῖς ἀσπίσιν ἐκάθηντο ἄπρακτοι, εἶτα ῥίψαντες τὰ ὅπλα ἔφευγον. ἐστρατοπεδεύσατο ἀντὶ τοῦ ἦλθεν εἰς τὸ στρατόπεδον.

Ὅτι Κῦρος Κροίσου φυγόντος ἐπὶ Σάρδεις καὶ αὐτὸς ἐκεῖ ἀπῆλθεν. εἶλε δὲ καὶ τὴν ἀκρόπολιν. 2) πρόσρησις)) Κροίσου πρὸς Κῦρον καὶ πρό- κλησις μὴ διαρπάσαι τὴν πόλιν , ἀλλὰ λαβεῖν ἡσυχῇ τὰ χρήματα. περὶ τοῦ θανάτου τοῦ Ἀβραδάτου καὶ ὅσα εἶπεν ἡ γυνὴ πρὸς Κῦρον, καὶ ὅπως ἀπέσφαξ ν ἑαυτήν. ὅπως ὁ Κῦρος Ἀβραδάτην καὶ τὴν Πάνθείαν ἔθαψε μεγαλοπρεπῶς.

Περὶ Καρῶν καὶ τῶν ἐπὶ Φρυγίαν τὴν 4) παρ’ Ἑλλήσποντον. περὶ τῶν ἁμαξῶν τῶν ἑλκουσῶν τὰ χρήματα ἃ ἔδωκεν ὁ Κροῖσος, καὶ οἷον εἶπε λόγον ὁ Κῦρος. περὶ τῆς μεγάλης Φρυγίας. πολιορκία Βαἑαυτῆς [*](1) pro ἑαυτοῦ 2) σὴ. καταστρατοπεδεύσας addit, ubi hoc est 3) πρόρρησις] Scripsi πρόσρησις 4) τὴν] addit.)

293
βυλῶνος καὶ μετένεξις τοῦ ποταμοῦ Εὐφράτου καὶ κατάσχεσις τῆς πόλεως δι’ αὐτοῦ. ὅπως πρώτως τὰ βασίλεια κατεσχέθησαν. ὅτι ὁ ἁλοὺς βασιλεὺς Ἀσσυρίων ἐν Βαβυλῶνι ὁ Βαλτάσαρ ἦν, ᾧ καὶ ἡ χεὶρ ὤφθη κατὰ τὸν τοῖχον, ὥς φησι Δανιὴλ ὁ προφήτης.

Ὅτι ἐκτομίας εἶχεν ὁ Κῦρος ὑπηρέτας. οἵα ἦν ἡ διαγωγὴ Κύρου καὶ τῶν περὶ αὐτὸν ὡς λίαν καλή. ὅπως τὸν Κροῖσον ὁ Κῦρος ἤλεγξε κακῶς. ὅτι κόσμον οἰκεῖον ὁ Κῦρος ἡγεῖτο τὸν κόσμον τῶν ὑπηκόων. διὰ1) τί περὶ τὴν ἀριστερὰν τοὺς οἰκειοτάτους2) ἐκάθισεν. ὅτι πολλὰ ἔλεγεν ἔχειν ὁ Κῦρος χρήματα, ἵνα τοῖς ἀξίοις αὐτὰ διανέμῃ, οὐ μήν γε3) ἑαυτοῦ χάριν.