Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Περὶ προσελεύσεως Γωβρύου πρὸς Κῦρον· ὁ δὲ Γωβρύας Ἀσσύριος ἦν. ὅρα εἰς ὅρκου τύπον τὸ λαμβάνειν καὶ διδόναι τὴν δεξιάν. τὰ ἐπινεμηθέντα τῷ Κύρῳ λάφυρα, ἐν οἶς ἦν καὶ ἡ τοῦ Ἀβραδάτου γυνή. ὅτι εἰς Βαβυλῶνα ἔρχεται πάλιν Κῦρος κατὰ Ἀσσυρίων. ὅτι ἐζήτησε Κῦρος μονομαχῆσαι μετὰ τοῦ ἄρχοντος Βαβυλῶνος. ὁ δὲ εἶπε μὴ εἶναι παρεσκευασμένος , καὶ ἀνέμεινε τὴν παρασκευὴν ἐκείνου Κῦρος. περὶ Γαδάτα, ὃς εὐνοῦχος ὢν ἦΝ χεν. προσέλευσις πρὸς Κῦρον τοῦ Γαδάτα, ὃς τῶν Ἀσσυρίων ἦν. ἑτέρων ἐθνῶν προσέλευσις πρὸς Κῦρον. ὅτι ἀρχαῖον τοῖς βασιλεῦσι τὸ δέσποτα.
ὅπως εὐζώνως ἐξήλασε Κῦρος συμμαχῆσαι Γαδάτᾳ, καὶ ὅπως αὐτὸν ἀνελπίστως ἐρρύσατο τῆς ἐνέδρας. ἧττα Καδουσίων 2) συμμάχων Κύρου. δῶρα παρὰ Γαδάτου τῷ Κύρῳ, ἐν οἷς καὶ ἵπποι, δι’ ὧν μυρίους τοὺς οἰκείους ἱππεῖς ὁ Κῦρος ἐποίη- [*](1) ὁ] addit 2) καδουσίων pro Καδδουσίων.)
Κύρου συμβουλὴ ὅπως χρὴ χειμῶνος τος λῦσαι τὸν πόλεμον. ὅτι ἀεὶ ἀεὶ ’ν τοὺ ’ς οἰκείους ἤθελε Κῦρος, ἵνα, φησίν, ὑγιαίνοιεν. περὶ Ἀράσπα, καὶ ὅπως ἤρα τῆς γυναικὸς ἣν ἐφύλαττε τῷ Κύρῳ, καὶ ὅπως αὐτῆς μὴ πεισθείσης τῷ Ἀράσπᾳ καίτοι βιαζομένῳ ὁ Κῦρος ἔμαθε, καὶ οὐκ ὠργίσθη, ἀλλὰ συνέγνω αὐτῷ ὡς ἀνθρώπῳ , εἰπὼν καὶ θεοὺς ἐρᾶν, ‘‘ἑαυτὸν μᾶλλον’’ εἶπεν ‘‘ αἰτιῶμαι ὅτι συγκα- θεῖρξα τῷ Ἀράσπᾳ θηρίον τοιοῦτον ἄμαχον, τὴν γυναῖκα δηλονότι. ὅτι κατὰ συμβουλὴν Κύρου ἔδοξε φεύγειν Ἀράσπας 2), καὶ ἀπῆλθε πρὸς τὸν Ἀσσύριον ἐπὶ τῷ μαθεῖν τὰ κατ’ αὐτόν, καὶ ἡ Πάνθεια, τοῦτο γὰρ ὄνομα τῇ γυναικί, ἐζήτησεν ἐλθεῖν ἀντὶ Ἀράσπα εἰς 3) φίλον Κύρου καὶ ὑπηρετεῖν τὸν ἄνδρα αὐτῆς Ἀβραδάταν, ὁ καὶ γέγονε. καὶ ἐλθὼν ὁ Ἀβρα- δάτας, καὶ μαθὼν τὰ πρὸς τὴν γυναῖκα αὐτοῦ Πάνθειαν καὶ τὴν σωφροσύνην Κύρου, ηὐχαρίστει αὐτῶ.
Ἀποστολὴ χρημάτων τῷ Κύρῳ παρὰ τοῦ Ἰνδοῦ καὶ φιλίας ἀρχή. ὅτι εἶχε μυρίους ἱππεῖς ὁ Κῦρος καὶ ἅρματα δρεπανηφόρα ἑκατόν, καὶ ὁ ἀβραδάτας ἑκατόν, καὶ τὰ Μηδικὰ ἑκατόν, καὶ ὅτι ἑκάστη κάμηλος εἶχε τοξότας δύο. πάλιν Κύρου συνέλευσις κατὰ Ἀσσυρίων. ὅτι χιλὸς ἐνταῦθα ἡ τῶν ἀλόγων τροφή. ὑποστροφὴ Ἀράσπου καὶ ἐγκώμιον [*](1) οἰκείῳ pro ἰδίῳ 2) ὁ om. ante Ἀρ’. 3) εἰς] fort. ὡς.)