Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ὅτι εἰς τὰ οἰκεῖα Κύρφοι ὑποστρέφοντι4) δέδωκε Κυαξάρης5) καὶ ἄλλα μέν, ἀλλὰ καὶ τὴν θυγατέρα γυναῖκα καὶ τὴν χώραν Μηδῶν. ὁ δὲ μὴ ἄλλως λαβεῖν εἶπεν, εἰ μὴ συναινέσει τῶν γονέων. ὃ δὴ καὶ ἐποίησεν , ἀπελθὼν ἐκεῖ καὶ δοὺς πᾶσι τοῖς Πέρσαις δῶρα πολλά. ὅτι πάλιν εἰς Βαβυλῶνα ὑπέστρεψε, καὶ ὅσα κατέσχεν ἔθνη, ἐν οἷς ἦν καὶ Κύπρος. περὶ τῶν λεγομένων κοντούρων. ὅτι τὰ πρὸς Συρίαν ἔθνη οἰκοῦντα ὑπέταξε καὶ Αἴγυπτον. καὶ ὅθεν ἤρχετο αὐτῷ ἡ ἐξουσία. καὶ ὅπως δι’ ὅλου τοῦ ἐνιαυτοῦ περιῄει τὴν οἰκείαν ἐπικράτειαν. καὶ ὅτι γέρων γέγονεν, οἶά τε διελέχθη τοῖς οἰκείοις καὶ τίωας νᾶς κατέλειψε διαδόχους. ὅτι ὁ ‘Πρόδοτος ἄλλως τὰ κατὰ τὸν Κῦρον ἱστόρησεν.
[*](l) καὶ οm. ante διὰ 2) οἰκειοτέρους prο οἰκειοτάτους, litteiis ερ attritis, sed tamen minime ita evanidis ut prο ατ haberi pοsSint. Perspicue vero περὶ pro παρά. 3) καὶ ante ἑαυτοῦ 0m. 4) ὑποστρέφοντι pro ὑποστρέψοντι.)Ὅτι μόναι αἱ δύο φυλαὶ ἀνέβησαν εἰς Ἱεροσόλυμα. περὶ τοῦ ἔθνους τῶν Χουθαίων. ὅτι Καμβύσης τὴν ἀρχὴν Κύρου διεδέξατο, ὃς καὶ ἐκώλυσε τὴν ἀνοικοδομὴν τοῦ ναοῦ, βασιλεύσας ἔτη ἑπτά. περὶ Καμβύσου, καὶ ὅπως αὐτὸν διεδέξατο Σμέρδης ὁ μάγος. καὶ ὅς ὁ Καμβύσης τὸν ἀδελφὸν Σμέρδην ἐξ ὀνείρου δειματωθεὶς ἀπέκτεινεν. ὅπως ὁ Καμβύσης ἀπέθανεν ἐν Ἐκβατάνοις τῆς Συρίας, κεχρηματισμένον σχὼν τοῦτο.
Ὅτι ὁ μάγος Σμέρδης 1) ὡς υἱὸς τοῦ Κύρου ἐκράτησεν, ἠλέγχθη δ’ ὕστερον ἕτερος εἶναι παρ’ ἐκεῖνον, ὡς μὴ ἔχων ὦτα· ἀπετμήθη γὰρ ταῦτα διὰ πταῖσμα παρὰ τοῦ Κύρου. ἐπανάστασις κατὰ Σμέρδου. ὅπως ὁ Πρηξάσπης τεθνάναι τὸν υἱὸν Κύρου Σμέρδην 2) ἐκήρυξεν, καὶ ἕτερον δὲ ὁμώνυμον εἶναι τὸν κρατοῦντα, καὶ ὅπως οὗτος διὰ τοῦτο ἀπέθανεν. ὅς οἱ μάγοι ἀνῃρέθησαν, ὧν εἷς ὁ Σμέρδης. 3)
ὅπως ἐκράτησε Περσῶν Δαρεῖος 4) ὁ Ὑστάσπου ἐκ περινοίας τοῦ οἰκείου ἱπποκόμου. τί ηὔξατο τῷ θεῷ, εἰ κρατήσει, ὁ Δαρεῖος. οἷα προέθετο ἐρωτήματα ὁ Δαρεῖος τοῖς οἰκείοις φίλοις, καὶ οἷα ὑπέσχετο τῷ διαλύσοντι ταῦτα. ὅτι ὁ Ζοροβάβελ ἐν τούτοις ἠρίστευσε, τοῦ οἴνου καὶ τῶν βασιλέων τὴν γυναῖκα κρειττονεύειν εἰπών. ὅτι ἐξ αἰτήσεως Ζοροβάβελ τὴν ἀνοικοδομὴν τοῦ ναοῦ καὶ Δαρεῖος δι’ αὐτοῦ γενέσθαι.