Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ τῆς βασιλείας Μηδῶν καὶ Περσῶν, καὶ ὅτι Ἀστυάγης ἦρχε Μηδῶν, ὁ Καμβύσης δὲ περσῶν. ὅπως οἱ Πέρσαι ἐπολιτεύοντο λίαν ἐννόμως καὶ δικαίως. ὅπως οἱ παῖδες παρὰ Πέρσαις διῆγον. ὅτι μέχρι τοῦ ἑπτακαιδεκάτου ἑκάτου ἐνιαυτοῦ παῖδες ἐλέγοντο, ἑξῆς δ’ ἔφηβοι. ὅπως περὶ τὴν θήραν ἠσχό- ληντο Πέρσαι. ὅτι ἔστιν οὗ καὶ κάρδαμον εἶχον ὄψον. ὅτι κε ἐτῶν οἱ τέλειοι ἦσαν. ὅτι μετὰ τὰ πεντήκοντα ἔτη εἰς τοὺς γηραιοὺς ἐτάττοντο καἰ οὐκέτι ἐστρατεύοντο, ἀλλ’ ἐδίκαζον. ὅτι τοῖς Πέρσαις αἰσχρὸν τὸ ἔχειν περιττώματα.

ὅτι μητροπάτωρ Κύρου ὁ Ἀστυάγης ἄρχων μὲν Μηδῶν, πενθερὸς δὲ Καμβύσου ἄρχοντος Περσῶν καὶ πατρὸς Κύρου, καὶ ὅτι ἕτεροι Ἀσσύριοι καὶ ἕτεροι Σύροι. ὅτι ὁ τῶν Ἀσσυρίων βασιλεὺς πολκρατήσας ἐθνῶν καὶ κατὰ Μηδῶν ἐστράτευσεν. ὅτι πρὸς Κυαξάρην ἄρχοντα Μηδῶν τὸν καὶ Δαρεῖον ὁ Καμβύσης ὁ ἄρχων Περσῶν Κῦρον τὸν υἱὸν ἀπέστειλε σύμμαχον κατὰ Ἀσσυρίων. ὅτι λιτότητι οἱ Πέρσαι χαίρουσιν. ὅπως ὁ Κῦρος ἠθέλησε κατὰ Ἀρμενίων ἐλθεῖν. ὅτι ἐγγίζουσι τὰ ὅρια Μηδῶν καὶ Ἀρμενίων. περὶ Χρυσάντα καὶ ὅπως πρὸς τὸν Ἀρμένιον ὁ Κῦρος. ὅτι οὐκ ἦν πόλις ἐν Ἀρμενίᾳ ἑάλωσαν πάντες οἱ οἰκεῖοι τοῦ Ἀρμενίου καὶ αὐτὸς προσῆλθεν.

ὅπως ὁ Κῦρος λαβὼν χρήματα παρὰ τοῦ Ἀρμενίου καὶ συμμαχίαν διέλυσε τὴν μάχην. ὅτι ὅμοροι Ἀρμένιοι καὶ Χαλδαῖοι. συνέλευσις Μηδῶν καὶ Ἀσσυρίων εἰς πόλεμον. τί ἐστι παρασάγγης. συμβολὴ Περσῶν καὶ Μηδῶν μετὰ Ἀσσυρίων, καὶ ἧττα Ἀσσυρίων. ὅτι ἀφέντες νυκτὸς οἱ Ἀσσύριοι

290
ἔφυγον καὶ ὁ 1) Κῦρος σὺν Κυαξάρῃ διέβησαν τὸ τῶν Ἀσσυρίων χαράκωμα, καὶ ὁ Κῦρος ἐδίωξεν ὀπίσω αὐτῶν, προσελθόντων αὐτῷ καὶ τῶν Ὑρκα- νίων, οὑς συνομόρους εἶχον καὶ συμμάχους Ἀσσύ- ριοι. ὅτι κατέλαβε τοὺς Ἀσσυρίους ὁ Κῦρος , οἱ δὲ καὶ ἔτι ἔφευγον.

ὅτι καὶ γυναῖκες εἵποντο Κροίσῳ τῷ συμ- μάχῳ τῶν Ἀσσυρίων. ἅμαξαι καὶ ἁρμάμαξαι. ὅτι, ὡς ἔοικε, μέχρι τότε οὐκ ἦν παρὰ Πέρσαις ἱππικόν. τί διελέχθη πρὸς τοὺς αἰχμαλώτους Ἀσσυρίους ὁ Κῦρος. διαμερισμὸς τῶν ἐξ Ἀσσυρίων λαφύρων, ἐξ ὧν τοὺς ἵππους οἶ Πέρσαι ἔλαβον, ἴνα καὶ αὐτοὶ ἱππεῖς γένωνται, μὴ πρὶν ὄντες.