Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ἰουδήθ. ὅτι τὰ Ἐκβάτανα βασίλεια τῶν Μηδῶν ἦσαν. περὶ Ἀχιὼρ τοῦ συμβουλεύσαντος τῷ Ὀλοφέρνῃ μὴ στρατεῦσαι κατὰ Ἰουδαίων, καὶ ὅπως αὐτὸν ὁ Ὀλοφέρνης παρέδωκε τοῖς Ἰουδαίοις, ἐλπί- ζων καὶ αὐτὸν συλλαβεῖν μετ’ αὐτῶν 4) καὶ κολάσασθαι. ὅτι ἐστενοχωρήθησαν οἱ Ἑβραῖοι δι’ ἔνδειαν ὔ δ’ ἄτος.

Οἴα ἦν Ἰουδήθ. ὅτι ἐξῆλθε πρὸς Ὀλοφέρνην ἡ Ἰουδὴθ στολισαμένη λαμπρῶς καὶ ἀποβαλομένη5) τὴν τῆς χηρείας στολήν. πρόρρησις τῆς Ἰουδὴθ περὶ τῆς Ὀλοφέρνου σφαγῆς. ὅτε ἀπῆλθε [*](1) ἑσπέρα] ἐσπέραν 2) ἐ,λογίσαντο] ἐλογίσατο 3) τριακοσίων καὶ πεντήκοντα] τνδ, unde addidi καὶ τεσσάρων, ut est in textu 4) αὐτῶν pro αὐτὸν 5) ἀποβαλομένη Scripsi pro ἀποβαλλομένη, ut ἀποθεμένη dicit Zon.)

288
πρὸς τὸν Ὀλοφέρνην. ὅτι ἀρχαῖον, ὡς ἔοικε, τοῖς εὐνούχοις τὸ ὑπηρετεῖν εἰς τοιαῦτα. τί ἔστιν ἀκινάκης, καὶ ὅτι δι’ αὐτοῦ ἀνῃρέθη ὁ Ὀλοφέρνης. ὅπως εἰσῆλθε πάλιν εἰς τὴν πόλιν Ἰουδὴθ μετὰ τῆς κεφαλῆς Ὀλοφέρνου, καὶ οἷα συνεβούλευσε μετὰ ταῦτα γενέσθαι. περιτομὴ Ἀχιώρ. ἧττα κατὰ Ἀσσυρίων. ὅτι Ἰουδὴθ ἐστεφανώθη ἐλαίας θαλλῷ 1) καὶ ᾖσεν ᾠδὴν τῷ θεῷ, ᾧ καὶ ἀνέθετο τὴν Ὀλοφέρνου σκήνην.

Τωβέτ. ὅτι ἡ Νινευὶ τῶν Ἀσσυρίων μητρόπολις. τύφλωσις Τωβίτ. ὅτι δικαιότατος ὁ Τωβίτ, ὃς καὶ ἐν πενίᾳ τοῦ δικαίου ἐφρόντιξεν. 2) περὶ Σάρρας, ἧς τοὺς ἄνδρας ἀπέπνιγε τὸ συνὸν αὐτῇ δαιμόνιον, ὡς ἐρῶν αὐτῆς. περὶ τοῦ ἀρχαγγέλου Ῥαφαήλ. ὅπως ὁ υἱὸς Τωβὶτ Τωβίας ἀπεστάλη παρὰ τοῦ πατρὸς ἐπὶ τὸ λαβεῖν τὴν παρακαταθήκην, καὶ ὅπως Ῥαφαὴλ ὁ ἀρχάγγελος ὡδήγησεν αὐτόν. περὶ τοῦ ἰχθύος οὗ τὸ ἧπαρ καὶ τὴν χολὴν ἐκελεύσθη Τωβίας φυλάττειν, καὶ ἐδιδάχθη εἰς τί ταῦτα συντελεῖ.

Ὅτι Ἀξαρίαν μετωνόμασεν ἑαυτὸν ὁ ἄλλελος Ῥαφαήλ. ὅς ὁ Τωβίας ἰάσατο τὰ λευκώματα τοῦ πατρός. ὅτι ὁ Ῥαφαὴλ ἀπήγγειλε τῷ Τωβὶτ ἄγγελος εἶναι θεοῦ, καὶ ἀποσταλῆναι πρὸς αὐτούς. διήγησις τῶν ἐσομένων Νινευὶ τῇ πόλει κατὰ τὴν πρόρρησιν Ἰωνᾶ ἀπὸ Τωβὶτ πρὸς Τωβίαν τὸν ὒ ἰὸν αὐτοῦ ὑπὸ 3) Ἰερουσαλήμ. ὅτι ἑκατὸν πεντήκοντα καὶ ὀκτὼ ἐτῶν γενόμενος ὁ 4) Τωβὶτ τέθνηκεν. ὅτι τὰ Ἐκβάτανα πόλις τῆς Μηδίας ἐστίν.

[*](1) θαλλῷ] θαλῷ 2) ἐφρόντιζεν pro ἐφρόντισεν 3) ὑπὸ] addit 4) ὁ] addit.)
289