Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ τοῦ προφήτου Ἰωνᾶ, καὶ ὅτι ἀπεστάλη εἰς Νινευίτας, καὶ ὅτι ὁ κλῆρος ἐπὶ τὸν Ἰωνᾶν ἔπεσεν. ὅπως ὁ τῆς Νινευὶ βασιλεὺς καὶ ὁ λαὸς ἅπας μετενόησαν. περὶ τοῦ Ὀξίου, ὅπως ὡς ἱερεὺς θυμιᾶσαι ἐπιχειρήσας ἐλεπρώθη. περὶ τοῦ προφήτου Ναούμ.

[*](1) πῶμα scripsi pro πόμα 2) ἀνῄρητο pro ἀνῃρέθη)[*](3) ταπεινοφρονεῖν] ταπεινοφρονῶν.)
283

Ὅτι Φακεὲ πολλοὺς αἰχμαλώτους εἰς Σαμάρειαν ἤγαγεν, εἶτα τούτους ἀπέλυσεν ὡς ὁμοφύλους. ὅτι σφόδρα ἠσέβησεν Ἀχάξ. ὅτι εὐσεβὴς ἦν Ἐζεκίας. πολιορκία καὶ κατάσχεσις Σαμαρείας. ὅτι μετῳκίσθησαν οἶ Σαμαρεῖται ἀπὸ Σαμαρείας. ὅτι ἐγκατῳκίσθησαν ἐκεῖ οἶ Χουθαῖοι. μετὰ δὲ τὴν κατοίκησιν λέοντες τούτους διέφθειραν· διὸ καὶ ἐπείσθησαν τῷ θεῷ προσελθεῖν.

Πότε Σεναχηρεὶμ ἐστράτευσε κατὰ τῆς Ἰουδαίας. ῥήματα Ῥαψάκῃ1) πρὸς Ἐξεκίαν, καὶ ὅτι οὗτος τὸν θεὸν ἐπικαλεσάμενος ἐνίκησε κατὰ τὴν πρόρρησιν Ἠσαΐου. ὅτι διὰ νυκτὸς ἄγγελος ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν ἐναντίων. περὶ τῶν μυῶν τῶν φαγόντων τὰ τόξα τῶν Ἀσσυρίων καὶ τὰ λοιπὰ ὅπλα. περὶ τῶν ἐν μιᾷ νυκτὶ διὰ λοιμώδους 2) νόσου ἀναιρεθέντων Ἀσσυρίων μυριάδων πολλῶν. ἀναίρεσις Σεναχηρείμ. νόσος Ἐξεκίου καὶ προφητεία Ἠσαίου ὅτι θνήσκει. καὶ μετάνοια Ἐξεκίου, καὶ προσθήκη αὐτοῦ τῆς ζωῆς. καὶ περὶ τοῦ ἀναποδισμοῦ τοῦ ἡλίου ὃν ἐποίησεν Ἠσαΐας. ὅτι Ἐξεκίας ἤνοιξε τοὺς θησαυροὺς αὐτοῦ καὶ τὰ ὅπλα τοῖς πρέσβεσι τοῦ βασιλέως 3) Βαβυλωνίων, καὶ ὅτι Ἠσαΐας ᾐτιάσατο τοῦτο. θάνατος Ἐξεκίου. ἀνάρρησις Μανασσῆ καὶ Βαβυλωνίων ἐπέλευσις καὶ νίκη. ὅτι μετανοήσας Μανασσῆς ἐλυτρώθη τῆς αἰχμαλωσίας. τελευτὴ Μανασσῆ. βασιλεία Ἰωνία καὶ ἀνακαινισμὸς τοῦ ναοῦ.4)

Περὶ τῆς προφήτιδος Ὄλδα. ὅτι ὅρκον ἀπῃ- τήθη ὁ λαὸς φυλάττειν τοὺς νόμους τοῦ 5) θεοῦ. [*](1) ῥαψάκη pro Ῥαψάκου 2) λοιμώδους pro λιμώδους) [*](3) τοῦ βασιλέως] τῆς βασιλείας 4) τελ μανασσῆ — ναοῦ] addit 5) τοῦ] addit.)

284
ὅτι τοξευθεὶς Ἰωσίας τέθνηκεν. περὶ τοῦ προφήτου Ἱερεμίου. περὶ Ναβουχοδονόσορ. περὶ ὧν προεῖπεν Ἱερεμίας. ὅτι ὁ Βαβυλώνιος ᾐχμαλώτευσε μετὰ τοῦ λαοῦ καὶ τὸν προφήτην Ἰεξεκιήλ. ὅτι Ἰωακεὶμ παραδέδωκεν ἑαυτὸν ὑπὲρ τῆς πόλεως.

ὅπως τῆς Ἱερουσαλὴμ ὁ Σεδεκίας ἐβασίλευσεν. περὶ τῶν δοκουμένων διαφωνιῶν τῶν προφητῶν, καὶ ὅπως ὁμόφωνοι εὑρέθησαν. ὅτι ὁ Σεδελόας τυφλωθεὶς οὐκ εἶδε τὴν Βαβυλῶνα. περὶ προεῖπεν Ἱερεμίας ἐσομένων κακῶν. ἡ δευτέρα ἐπέλευσις τῶν Βαβυλωνίων κατὰ Ἰερουσαλήμ, καὶ ὅπως τὰ ἐσόμενα εἰδὼς Ἱερεμίας παρεκάλει τὸν λαὸν δέξασθαι τοὺς Βαβυλωνίους. ὅπως εἰς λάκκον ὁ προφήτης ἐνεβληθη. κατάσχεσις τῆς Ἱερουσαλὴμ παρὰ τῶν Βαβυλωνίων. ὅτι ἐζωγρήθη Σεδεκίας παγγενῆ, καὶ ἐτυφλώθη, οἱ δὲ ἐκείνου ἀνῃρέθησαν. ὅπως ὁ Ναβουξαρδὰν τὸν ναόν, τὰ βασίλεια, καὶ τὴν πόλιν κατέσκαψεν.