Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Πῶς 2) Ἐλισσαῖος ἐπλήθυνε τὸ ἔλαιον τῇ χρεωστούσῃ γυναικί. ὅτι ἐγεννήθη ὁ παῖς, καθὼς προεῖπεν Ἐλισσαιέ, καὶ ὅτι τεθνηκότα τὸν παῖδα πάμωαβίταις [*](1) pro Μωαβιτῶν 2) πῶς] ὅπως ed. Ducangii. V. 2, 7, v. 7.)

281
λῖν ἀνέστησεν Ἐλισσαῖος. ὅτι διὰ μετρίων ἄρτων Ἐλισσαῖος πλῆθος ἐχόρτασε πολύ. ὅπως προσήγαγε χρήματα τῷ Ἐλισσαίῳ Νεεμάν, ἵνα τῆς λέπρας λυτρωθῇ. ὅτι κατ’ ἐντολὴν τοῦ προφήτου εἰς τὸν Ἰορδάνην ἐλούσατο Νεεμάν, καὶ ἐκαθαρίσθη. περὶ τῆς εἰς τὸ ὕδωρ πεσούσης ἀξίνης, καὶ ὅπως ἀνέδυ διὰ τοῦ ξύλου. περὶ τοῦ ληψομένου λαοῦ τὸν Ἐλισσαῖον. ὅπως ἤγαγεν αὐτοὺς εἰς μέσους τοὺς πολεμίους, καὶ ὅπως πάλιν ἐρρύσατο τούτους, καὶ ὅπως εἶδεν αὐτὸν ὁ οἰκεῖος διάκονος πυρίνοις ἅρμασι κεκυκλωμένον.

> ὅτι ἐν καιρῷ λιμοῦ ἡ κεφαλὴ τῆς ὄνου πολλοῦ ἐπωλεῖτο. περὶ τῆς ἐγκαλούσης γυναικὸς ὅτι μὴ πείθεται ταῖς συνθήκαις. ὅτι προεῖπεν Ἐλισσαῖος τὴν τῶν ἐναντίων καταστροφήν. ὅπως ἀθρόον οἱ Σύροι ἡττήθησαν. περὶ τῶν λεπρῶν, οἱ κατεμήνυσαν τὴν τῶν ἐναντίων ὑποχώρησιν. ὅτι μετὰ τὴν τῶν πολεμίων ὑποχώρησιν ἄφθονα γέγονε τὰ ἀναγκαῖα. ὁ δὲ ἀπιστήσας τῇ προρρήσει τοῦ προφήτου συμπατηθεὶς τέθνηκε, καὶ οὐκ ἔφαγε κατὰ τὴν πρόρρησιν Ἐλισσαίου. ὅτι προεῖπεν ὁ προφήτης τῷ Ἀξαὴλ τὴν βασιλείαν Συρίας. ὅτι Ἀξαὴλ ἔπνιξε τὸν βασιλέα Δαμάσκου καὶ ἐκράτησεν.

ὅτι προεῖπε τῷ Ἰωρὰμ ὁ προφήτης τὰ ἐσόμενα τούτῳ κακὰ διὰ τὴν ἀσέβειαν αὐτοῦ. ὅτι διὰ τοῦ μαθητοῦ τοῦ προφήτου ἐχρίσθη εἰς βασιλέα Ἰηού, ἕνα τὸ γένος Ἀχαὰβ ἀπολέσῃ. ὅτι βέλει κτείνει τὸν Ἰωρὰμ Ἰηοῦς, καὶ ἔπεσεν ὁ νεκρὸς εἰς τὸν τοῦ Ναβουθαὶ ἀγρόν, καθὼς προεῖπεν Ἠλιού. ὅτι καὶ Ἰεξάβελ ἄνωθεν ῥιφεῖσα τέθνηκε, καὶ διεσπάσθη τὸ σῶμα αὐτῆς ὑπὸ κυνῶν. ὅτι οἱ παῖδες Ἀχαὰβ πάντες ἀπετμήθησαν καὶ πᾶσα ἡ συγγένεια αὐτοῦ.

282
ὅπως οἱ ἱερεῖς καὶ οἶ προφῆται τοῦ Ἀχαὰβ πάντες ἀνῃρέθησαν καὶ ὁ οἶκος τοῦ Βαὰλ ἐκαύθη καὶ ἡ στήλη αὐτοῦ.

Ὅτι διὰ τὸν ἀφανισμὸν τοῦ γένους Ἀχαὰβ ἐπηγγείλατο ὁ θεὸς μακρὰν τὴν βασιλείαν τῷ γένει τοῦ Ἰηοῦς. καὶ ὅτι ἡ Γοθολία ἀνεῖλε πάντας τοὺς τοῦ γένους Δαβὶδ πλὴν ἑνός. ὅπως ὁ περιλειφθεὶς τοῦ γένους Δαβὶδ ἀνηγορεύθη βασιλεύς. ὅπως ἀνῃρέθη ἡ Γοθολία. ὅτι ἑπταετὴς ἦν ὁ ἐκ γένους Δαβὶδ τότε βασιλεύσας. περὶ τοῦ κιβωτίου, οὗ τὸ πῶμα 1) τετρημένον ἦν, καὶ ἐνέβαλε διὰ τῆς ὀπῆς ἕκαστος κατὰ δύναμιν εἰς τὸν ἀνακαινισμὸν τοῦ ναοῦ. ὅτι ἑκατὸν τριάκοντα ἔτη ἐβίω Ἰωδαέ. ὅτι ὁ υἱὸς Ὶωδαὲ Ζαχαρίας ἐλέγχων τὸν βασιλέα ἀνῄ- ρητο. 2)

ὅτι θνήσκων ’Eλισσαιὲ ἐθρηνεῖτο παρὰ βασιλέως Ἰωάς. περὶ τοῦ ῥιφέντος παρὰ τῶν λῃστῶν εἰς τὸν τάφον ’Eλισσαιὲ καὶ ζήσαντος. τελευτὴ Ἰάς, ὃν διεδέξατο Ἀμεσίας ὁ υἱός, καὶ ἐκόλασε τοὺς τὸν πατέρα ἀνελόντας, τοὺς δ’ υἱοὺς αὐτῶν ἀφῆκεν. ὅτι Ἀμεσίας ὑπερηφανευσάμενος ἐμήνυσε δριμέα πρὸς τὸν βασιλέα Ἰσραήλ. ὁ δὲ ταπεινοφρονεῖν) αὐτῷ ἀντεμήνυσε διὰ παραδείγματος. ὅτι ὁ Ἰωὰς νικᾷ Ἀμεσίαν.