Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι ὁ Ἰσμαὴλ τὸν Γοδολίαν ἀπέκτεινεν. φυγὴ πρὸς Αἴγυπτον τῶν Ἰουδαίων ἀγόντων καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαρούχ. ὅτι λίθοις τέθνηκεν Ἱερεμίας. ὅπως παρ’ Ἀλεξάνδρου ὁ νεκρὸς Ἱερεμίου μετηνέχθη εἰς Ἀλεξάνδρειαν. 1) πότε αἱ δέκα φυλαὶ ἤχθησαν εἰς Σαμάρειαν. πότε αἱ δύο παρὰ Ναβουχοδονόσορ ᾐχμαλωτίσθησαν.

Περὶ τῶν εὐνουχισδέντων αἰχμαλώτων παρὰ τοῦ Βαβυλωνίου. περὶ Δανιὴλ καὶ τῶν τριῶν παίδων. ὅπως οὐκ ἐκρεωφάγησαν οἱ παῖδες καὶ ὁ Δανιήλ. ὅτι τὴν Χαλδαικὴν παιδείαν ἔμαθον οἱ παῖδες καὶ ὁ Δανιήλ. περὶ τοῦ ἐνυπνίου Ναβουχοδονόσορ. [*](1) ὅπως—Ἀλεξάνδρειαν] addit.)

285
ὅπως ἱκέτευον οἱ παῖδες τὸν θεὸν ἀποκαλυφθῆναι αὐτοῖς τὸ ἐνύπνιον. διήγησις τοῦ ἐνυπνίου καὶ κρίσις. ποίας βασιλείας εἰκόνιζεν ἡ εἰκὼν ἡ τῷ Ναβουχοδονόσορ.

Οἴα νῦν ἡ τῶν Ῥωμαίων βασιλεία, οὐκ ἰσχυρὰ ὡς τὸ πρότερον. δι’ ἣν αἰτίαν ἡ τῶν Ῥωμαίων βασιλεία σιδήρῳ εἰκονίσθη ἀναμεμιγμένῳ μετὰ ὀστράκου. τί δηλοῖ ὁ λίθος, ὃς τὴν εἰκόνα κατέλυσεν. χρῆσις ἐκ τῆς γραφῆς ὅτι λίθος ὁ Χριστός. ὅτι ὄρος ἡ τοῦ Ἰούδα φυλὴ καὶ λίθος ὁ Χριστός. καὶ τὸ ἄνευ χειρῶν τμηθῆναι ἡ ἄνευ ἀνδρὸς γέννησις. ὅτι δώροις ἐδεξιώσατο τὸν Δανιὴλ ὁ Ναβουχοδονόσορ καὶ Βαλτάσαρ τοῦτον μετωνόμασεν.

Περὶ τῆς εἰκόνος ἧς ἔστησε Ναβουχοδονόσορ εἰς τὸ προσκυνηθῆναι. περὶ τοῦ ἀγγέλου, ὃς τέταρτος ὤφθη μετὰ τῶν παίδων. ὅπως ἐτιμήθησαν οἱ τρεῖς παῖδες. ἐνύπνιον ἕτερον τοῦ Ναβουχοδονόσορ περὶ τοῦ δένδρου. πάλιν ἀγνοεῖ τὸν ὄνειρον καὶ καλεῖ τοὺς εἰπεῖν αὐτὸ 1) μέλλοντας, καὶ καλεῖ τὸν Δανιήλ, ὃς καὶ ἔκρινε τοῦτο. ὅτι τὸ Ἲρ ἄγγελον δηλοῖ, τοῦτ’ ἐστὶ τὸν ἐγρηγορότα. ὅτι μανίαν νοσήσας ὁ Ναβουχοδονόσορ ἐν τῇ ἐρήμῳ ὡς θηρίον διέτριβεν. ὀνόματα ἀρχαίων 2) ἱστορικῶν.

Τίς διεδέξατο τὸν Ναβουχοδονόσορ, καὶ ἐξῆς περὶ Βαλτάσαρ, καὶ ὅπως ἐχρήσατο τοῖς ἱεροῖς τῶν Ἰουδαίων σκεύεσιν. περὶ τοῦ ἀστραγάλου τῆς χειρός, εἶδεν ἐν τῷ τοίχῳ Βαλτάσαρ. ὅπως ὁ Δανιὴλ διασαφεῖ τῷ Βαλτάσαρ τὸν θεαθέντα ἀστράγαλον. τί σημαίνει τὰ γραφέντα διὰ τοῦ ἀστραγάλου. ὅτι Κύρου ἐπελθόντος κατὰ Βαλτάσαρ ἀνῃρέθη [*](1) αὐτὸ pro αὐτῷ 2) τῶν ante ἀρχαίων om.)

286
Βαλτάσαρ. ὅτι τὸν Δανιὴλ ὁ Δαρεῖος εἰς Μηδίαν μετήγαγε μετὰ τὴν τῆς Βαβυλῶνος ἅλωσιν. ὅτι ὁ Δαρεῖος καὶ Κυαξάρης ἐκαλεῖτο. ὅτι διὰ τὸ δόξαι παραβῆναι τὸν τεθέντα τότε νόμον περὶ τοῦ μὴ εὔξασθαι ὁ Δανιὴλ ἐνεβλήθη εἰς τὸν λάκκον μετὰ τῶν λεόντων. ὅτι οἱ κατὰ τοῦ Δανιὴλ εἰπόντες ἐνεβλήθησαν εἰς τὸν λάκκον τῶν λεόντων.