Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Προσβολὴ Δαβὶδ κατὰ τῶν ἐναντίων καὶ ἧττα αὐτῶν. περὶ τῆς εἰς Ἱεροσόλυμα ἀπαγωγῆς τῆς κιβωτοῦ, ὅτε καὶ ὁ Δαβὶδ ἥλατο 2) ἔμπροσθεν αὐτῆς, καὶ ὁ ἁψάμενος αὐτῆς τέθνηκεν, ὡς ἀνίερος. ὅτι οὐκ ἀσχημοσύνην ἡγεῖτο Δαβὶδ τὸ ὀρχεῖσθαι καὶ ψάλλειν ἔμπροσθεν τῆς κιβωτοῦ. ὅτι ἐκωλύθη Δαβὶδ οἶκον κατασκευάσαι τῇ κιβωτῷ. περὶ ὧν ἀγαθῶν ἐποίει ὁ Δαβὶδ τῷ ἐγγόνῳ Σαούλ.
Περὶ τῶν διὰ παρηγορίαν ἀποσταλέντων παρὰ τοῦ Δαβὶδ πρὸς τὸν υἱὸν τοῦ βασιλέως Ἀμμανιτῶν, καὶ δοξάντων κατασκόπων καὶ ξυρηθέντων τὰς κεφαλὰς καὶ τοὺς πώγωνας. διὸ καὶ πόλεμος ἤρθη κατὰ Ἀμμανιτῶν. περὶ τῆς Βηρσαβεὲ καὶ ὅπως ἠράσθη αὐτῆς ὁ Δαβίδ, καὶ ὅπως ἀνεῖλεν Οὐρίαν τὸν ἄνδρα αὐτῆς. ὅτι μετὰ τὰ κατὰ τὸν Οὐρίαν ἔλαβε τὴν Βηρσαβεὲ ὁ Δαβὶδ εἰς γυναῖκα, καὶ ὅπως ὁ Νάθαν διὰ παραβολῆς ἤλεγξεν αὐτὸν καὶ τὴν διὰ [*](1) Ἰεβοσθὲ] ἰεβοθὲ, ut in textu 2) ἥλατο] ἥλλατο.)