Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Περὶ τοῦ ἔρωτος ὃν ἔσχε πρὸς Θάμαρ τὴν ἀδελφὴν ὁ Ἀμνών. καὶ περὶ τοῦ μέσους ὃ ἔσχε μετὰ τὸ διακορήσασθαι 1) αὐτήν, καὶ Ἀβεσσαλὼμ καὶ ὅπως ἠμύνατο φόνῳ τὸν ἀδελφόν, καὶ περὶ τῆς διὰ τὸν φόνον τοῦ Ἀμνὼν φυγῆς τοῦ Ἀβεσσαλώμ, καὶ ὅτι ὠργίσθη ὁ Δαβίδ. ὅπως Ἰωὰβ ὁ πάππος Ἀβεσσαλὼμ 2) ἐσοφίσατο ἐξιλάσασθαι τὸν Δαβὶδ πρὸς τὸν παῖδα Ἀβεσσαλώμ. περὶ τῆς κατὰ τοῦ Δαβὶδ ἐπαναστάσεως τοῦ Ἀβεσσαλὼμ καὶ περὶ τοῦ Ἀχιτόφελ τοῦ συναποστάτου Ἀβεσσαλώμ. περὶ τῆς πεπλασμένης αὐτομολήσεως Χουσὶ τοῦ ἑταίρου Δαί. περὶ τῆς ἀνοχῆς Δαβὶδ ἧς ἔδειξεν ὑπὸ τοῦ Σεμεεὶ καταρώμενος.
ὅπως ἐμίγη ταῖς τοῦ πατρὸς παλλακαῖς 3) ὁ Ἀβεσσαλώμ. ὅς τὴν τοῦ Ἀχιτόφελ βουλὴν ἄπρακτον ἔδειξεν ἔδειξεν Χουσί. ὅπως ὁ Ἀχιτόφελ ἀπήγξατο. ὅπως ἡττηθεὶς ἐδιώκετο Ἀβεσσαλὼμ καὶ ὅπως ἐκ τριχῶν ἐν δένδρῳ κατεσχἐθη καὶ ἀνῃρέθη. ὅπως τὸν θάνατον τοῦ Ἀβεσσαλὼμ ἐθρήνει Δαβίδ.