Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ Νάβαλ τοῦ ἀπανθρώπως ἀποκριναμένου πρὸς τοὺς παρὰ τοῦ Δαβὶδ σταλέντας καὶ περὶ τῆς 1) γυναικὸς Νάβαλ ὅπως ἐξιλεώσατο τηνικαῦτα τὸν Δαβίδ. ὅτι τὸ Νάβαλ ἀφροσύνην δηλοῖ. ὅπως ἐκ λύπης ἀπέθανε Νάβαλ δειματωθείς, καὶ ἔλαβε Δαβὶδ τὴν γυναῖκα αὐτοῦ, καὶ ὅπως ἐπεβούλευσεν αὐτὸν Σαούλ. ὅπως κοιμωμένῳ τῷ Σαοὺλ ἐπέστη Δαβίδ, καὶ οὐκ ἀνεῖλεν αὐτόν. ὅτι 2) φακὸς ἀγγεῖον ὑδατηρόν. περὶ τῆς ἐγγαστριμύθου, καὶ ὅπως ἔδοξεν ἀναχθῆναι Σαμουὴλ ἐκ νεκρῶν καὶ οἷα εἶπεν ὁ ἀναχθεὶς τῷ Σαούλ. περὶ τῶν μετὰ Δαβὶδ στρατευσαμένων τετρακοσίων καὶ τῆς νίκης καὶ περὶ τῶν φυγόντων ἐν δρομάσι καμήλοις καὶ τῶν λοιπῶν διακοσίων, οὓς ἀφῆκεν εἰς φυλακὴν τῶν σκευῶν ὁ Δαβίδ, καὶ ὅτι συμμερισταὶ τοῖς τετρακοσίοις γεγόνασιν οἱ διακόσιοι οἶ τὰ σκεύη φυλάττοντες. θάνατος τῶν παίδων τοῦ Σαοὺλ καὶ ὅτι ἔσφαξεν ἑαυτὸν ὁ Σαοὺλ καὶ ὁ ὁπλοφόρος αὐτοῦ. ὅτι μετὰ τὸ ἀποθανεῖν τὸν Σαοὺλ καὶ τοὺς παῖδας αὐτοῦ ἀφῃρέθγσαν τὰς κεφαλάς, τὰ δὲ σώματα τούτων ἀνεσταυρώθησαν.

ὅτι ἐκόλασεν ὁ Δαβὶδ τὸν κατὰ τοῦ 3) Σαοὺλ ἐπελθόντα καὶ τρώσαντα διὰ τὸ εἶναι χριστὸν κυρίου. ὅτι ἐν πόλει Χεβρὼν ᾑρέθη βασιλεὺς ὁ Δαβὶδ παρὰ τῆς Ἰούδα φυλῆς.4) ὅπως ὁ Ἀβεννὴρ διωκόμενος ἔπληξεν ἐξόπισθεν καιρίως τὸν διώκοντα [*](1) τῆς pro τοῦ 2) ὅτι] addit 3) τοῦ pro τὸν 4) ὅτι — φυλῆς] addit)

275
Ἀσαὴλ καὶ ἔκτεινεν. ὅτι ἐπὶ πολὺ ἐπολέμουν ἀλλήλοις οἱ τοῦ Σαοὺλ καὶ οἱ τοῦ Δαβίδ, ὑπερίσχυον δὲ οἶ τοῦ Δαβίδ. ὅτι ὁ Ἀβεννὴρ προσερρύη τῷ Δαβὶδ καὶ ἔπεισε καὶ τοὺς λοιποὺς προσελθεῖν αὐτῷ. ὅτι ἀνεῖλεν Ἰὰ τὸν Ἀβεννὴρ ἐν δόλῳ. ἀναίρεσις Ἰεβοσθέ 1), υἱοῦ Σαούλ, καὶ ὅτι τοὺς ἀνελόντας αὐτὸν ἀνεῖλε Δαβίδ. πότε παρὰ παντὸς τοῦ Ἰσραὴλ ἐχρίσθη εἰς βασιλέα Δαβίδ, καὶ ὅτι τριακονταέτης ἦν, ὅτε μόνης τῆς τοῦ Ἰούδα φυλῆς ἦρξεν. ὅτι τὴν πόλιν Ἰεβοῦς πολιορκήσας καὶ ἑλὼν ὁ Δαβὶδ τοὺς ἐκεῖ κατοικοῦντας ἐδίωξεν, ἐπὶ οἰκείῳ δὲ ὀνόματι ταύτην ἀνῳκοδόμησε τὴν νῦν Ἱεροσόλυμα καλουνην.