Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ὅτι ἐπανελθὼν ὁ βασιλεὺς ἐθριάμβευσε. περὶ τοῦ ἐν τοῖς Χαλκοῖς ναοῦ τοῦ σωτῆρος. περὶ πατριαρχῶν. ὅτι ἀποστατησάντων τῶν ἑῴων βαρβάρων ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτῶν, καὶ ὅθεν ὁ παρακοιμώμενος ἠρεθίσθη ἐπιβουλεῦσαι αὐτῷ1) καὶ ὅπως ἐπεβούλευσεν. τελευτὴ Ἰωάννου τοῦ Τζιμισκῆ. ὅτι αὖθις ὁ Φωκᾶς Λέων καὶ ὁ υἱὸς αὐτοῦ Νικηφόρος μελετήσαντες ἐπιθέσθαι τῇ βασιλείᾳ ἐτυ- φλώθησαν.
ὅτι ἀνεκλήθη ἐκ τῆς ὑπερορίας ἡ μήτηρ τῶν βασιλέων. ὅτι ἀπεστάτησεν ὁ μάγιστρος Βάρδας ὁ Σκληρός , καὶ ὅσα ἐν τῇ ἀποστασίᾳ αὐτοῦ γεγό- νασι. πῶς ὁ Σκληρὸς τῆς Νικαίας ἐκράτησεν. ὅτι τῷ Φωκᾷ Βάρδᾳ τὸν κατὰ τοῦ Σκληροῦ ἐνεπίστευσε πόλεμον ὁ παρακοιμώμενος. ὅπως ἐμονομάχησαν ὁ Σκληρὸς καὶ ὁ Φωκᾶς καὶ ὅπως οἱ περὶ τὸν Σκλη- ρὸν ἐτράπησαν εἰς φυγήν. φυγὴ τοῦ Σκληροῦ πρὸς Βαβυλῶνα καὶ κάθειρξις αὐτοῦ καὶ τῶν μετ’ αὐτοῦ.