Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ὅπως ὁ Φωκᾶς Βάρδας τυραννίδι ἐπικεχεί- ρηκε, καὶ ὁ πατὴρ αὐτοῦ καὶ ὁ ἀδελφὸς ἀποδρᾶναι μελετήσαντες ἐγνώσθησαν. ὅτι τοῦ Σκληροῦ ἐπελ- θόντος τῷ Φωκᾷ οἱ σὺν ἐκείνῳ προσῆλθον τῷ Σκλη- ρῷ, καὶ ὁ Φωκᾶς τῷ βασιλεῖ προσεχώρησε, καὶ ἐκάρη κληρικὸς καὶ περιωρίσθη εἰς Χίον. ὅτι ἔγημεν ὁ βασιλεὺς τὴν θυγατέρα τοῦ βασιλέως Κωνσταντίνου. ὅτι ἐξεστράτευσε κατὰ τῶν Ῥώς, καὶ πόλεις καὶ φρούρια ὑπ’ αὐτῶν κατεχόμενα ἔλαβεν. ἅλωσις τῆς Περσθλάβας. πολιορκία τοῦ Δοροστόλου ἤτοι τῆς Δρίστρας, καὶ ὅπως γέγονεν ἡ πολιορκία.
Ἡ τελευταία μάχη πρὸς Σφενδοσθλάβον καὶ τοὺς Ῥώς. ὅτι καὶ τῆς ἐκ θεοῦ βοηθείας ἔτυχον οἶ Ῥωμαῖοι. ἅλωσις τῆς Δρίστρας. ὅπως ἐγνώσθη ὅτι ὁ ἅγιος Θεόδωρος τῷ βασιλεῖ συνεμάχησε. ὅτι προσῆλθε τῷ βασιλεῖ ὁ Σφενδοσθλάβος καὶ προσεδέχθη.