Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Περὶ πατριαρχῶν. περὶ Βουλγάρων καὶ τοῦ Σαμουὴλ καὶ τῶν ἀδελφῶν αὐτοῦ. ὅτι ὁ βασιλεὺς ἐξεστράτευσε κατὰ Βουλγάρων καὶ τὴν Τριάδιτζαν ἔμελλε πολιορκεῖν. ὅπως ὁ Κοντοστἐφανος ἀπάτῃ μετῆλθε τὸν βασιλέα καὶ πέπεικεν ἀναζεῦξαι, καὶ ὅσα οἱ Βούλγαροι τοῖς Ῥωμαίοις ἐποίησαν2) ἀναζευ- γνύουσι. ὅτι ὁ Φωκᾶς βασιλεὺς ἀνερρήθη. ὅτι ὁ Σκληρὸς καὶ οἶ παρὰ τοῖς Ἀγαρηνοῖς Ῥωμαῖοι ἀνείθησαν τῶν δεσμῶν καὶ ἐπανελθεῖν εἰς τὰ Ῥωμαίων ὅρια ἠδυνήθησαν. ὅτι κοινωνίαν θέσθαι μετὰ τοῦ Φώκα ἐπὶ τῇ τυραννίδι ἠθέλησεν ὁ Σκληρός, καὶ ὅπως κατεσχέθη καὶ ἐδεσμήθη.
[*](1) αὐτῷ] αὐτοῦ 2) ἐποίησαν τοῖς Ῥ.] invertit. )ὅτι πρὸ τοῦ δεσμηθῆναι λάθρᾳ ὡς αὐτό- μολον ἔπεμψε τὸν ὒ ἰὸν αὐτοῦ πρὸς τὸν βασιλέα ὁ Σκληρός. περὶ τοῦ Δελφῖνά. ὅπως ἑάλω καὶ ἀνεσκολοπίσθη. ὅπως ὁ Φωκᾶς κατέστρεψε τὴν ζωήν. οἷος ὁ βασιλεὺς Βασίλειος τὸ ἦθος ἐγένετο μετὰ τὴν κατά- λυσιν τοῦ Φώκα. ὅπως τὸν παρακοιμώμενον ὁ βασιλεὺς ἀπεσκευάσατο, καὶ ὅπως πρὸς ἐκεῖνον διετέθη. τελευτὴ τοῦ παρακοιμωμένου. οἶος ἦν ὁ βασιλεὺς πρὸ τοῦ τῆς ἐξουσίας ἐπιλαβέσθαι, καὶ οἶος μετὰ ταῦτα ἐγένετο καὶ ὅπως ἐκέχρητο τῷ ἀδελφῷ, καὶ οἶος ἦν ἐκεῖνος τὸ ἦθος. ὅτι αὖθις ὁ Σκληρὸς τῆς τυραννίδος εἴχετο καὶ ὅπως ἐσπείσατο, καὶ προσῆλθε τῷ βασιλεῖ καὶ ἐδέχθη. ὅτι κληρονόμος τῆς Ἰβηρίας καταλειφθεὶς ὁ βασιλεὺς ἀπῆλθεν ἐκεῖ. ἵσα ἐν Ἰβηρίᾳ καὶ Φοινίκῃ κατώρθωσε.