Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅτι λιμὸς γέγονεν ἐπὶ τοῦ Φώκα. ὁ δὲ τούτῳ εἰς κέρδος ἐχρήσατο. τί ἐποίησεν ὁ Μακεδὼν Βασίλειος σιτοδείας ἐπὶ τῶν ἡμερῶν αὐτοῦ γενομένης. περὶ Λέοντος τοῦ ἀδελφοῦ τοῦ Φώκα. ὅτι [*](1) κεραμίου prο κεραμίδος 2) ἐθέσπιζεν ρro ἐθέσπισεν 3) ἕω] ἐκ Wolfius 4) ἐξεμάνη prο ἐξέμηνε.)

368
κατὰ τοῦ βασιλέως ἠρέθισε τὸν Τζιμισκῆν ἡ Θεοφανώ. ὅτι λογοθέτην τοῦ δρόμου προεβάλετο τὸν Τζιμισκῆν ὁ Φωκᾶς. ἐπιβουλὴ τοῦ Τζιμισκῆ κατὰ τοῦ Φώκα, συμπραττούσης καῖ’ τῆς Θεοφανοῦς. ἀναίρεσις τοῦ Φώκα Νικηφόρου.

ὅτι τὸν παρακοιμώμενον Βασίλειον τοῖς τῆς βασιλείας ἐπέστησε πράγμασιν. ὅτι ἐκωλύθη ὁ Τζιμισκῆς εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. πότε ἐστέφθη ὁ Τζιμισκῆς. πότε οἱ Μανιχαῖοι ἐκ τῆς ἑῴας εἰς τὰ ἑσπέρια μετηνέχθησαν. περὶ πατριαρχῶν. περὶ τῶν Ἀγαρηνῶν. ὅτι οἶ Ῥὼς μετακληθέντες κατὰ τῶν Βουλγάρων, καὶ αὐτοὺς καταγωνισάμενοι , ἐπανελ- θεῖν εἰς τὰ ἴδια οὐκ ἤθελον, καὶ περὶ τοῦ Καλοκυροῦ. ὅτι ὁ Σκληρὸς Βάρδας ἐστάλη κατὰ τῶν Ῥώς. ὅπως ὁ Σκληρὸς τοὺς Ῥὼς κατηγωνίσατο καὶ τοὺς συμμαχοῦντας αὐτοῖς.