Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅτι ὁ Μελισσηνὸς Θεόδοτος προεβλήθη πατριἄρχης, καὶ ὅθεν ᾠκειώθη οὗτος τῷ Λέοντι. περὶ τοῦ πρωτοψάλτου , καὶ ὅπως ἠρέθιζε2) τὸν βασιλέα κατὰ τῶν ἁγίων εἰκόνων. ὅτι ὀργίλος ἦν ὁ Λέων [*](1) ἠρέθιζε pro ἠρέθισε.)

358
καὶ κολαστὴς ἀπαραίτητος καὶ τοὺς ἀδικοῦντας ἀνέ- στελλε. οἵους προεχειρίζετο ἄρχοντας. 1)

Περὶ τοῦ Τραυλοῦ Μιχαὴλ καὶ ὅπως ἐπὶ τυραννίδι ἁλοὺς διέφυγε τὴν τιμωρίαν καἰ ἐβασί- λευσεν. ὅσα προεῖπεν ὁ Λέων περὶ τοῦ Μιχαήλ. περὶ τῶν ἐν τῷ βιβλίῳ τῷ ἐν τοῖς ἀνακτόροις καὶ τῶν ἐν ἐκείνῳ εἰκονισμένων, καὶ ὅπως ἡρμηνεύθησαν ἐκεῖνα καὶ παρὰ τίνος. περὶ τοῦ ἐνυπνίου τῆς μητρὸς τοῦ Λέοντος. ἕτερον ἐνύπνιον. ὅτι πεδη- θεὶς τοὺς πόδας ὁ Μιχαὴλ τῷ Παπίᾳ παρεδόθη φυ- λάττεσθαι. ὅπως ὁ βασιλεὺς εἰς τὴν τοῦ Παπίου καταγωγὴν ἀπῆλθε, καὶ ὅσα εἶδε καὶ ὡς ἠπείλησε, καὶ ὡς οὐκ ἔλαθεν. ὅσα ὁ Μιχαὴλ τοῖς συνωμόταις ἐπέστειλεν. ἀναίρεσις Λέοντος τοῦ Ἀρμενίου. ἀνάρ- ρησις τοῦ Μιχαὴλ ἔτι τοὺς πόδας πεπεδημένου. ὅσα ἐποίησεν ὁ Μιχαὴλ τῇ τοῦ Λέοντος γαμετῇ καὶ τοῖς ἐκείνου παισί, καὶ ὅπως ὁ τοῦ Λέοντος υἱὸς Κωνσταντῖνος ἐλύθη τῆς ἀφωνίας. 2)

Ὅθεν ὥρμητο ὁ Μιχαὴλ καὶ οἶος τὴν πίστιν καὶ τὰ ἤθη. ὅτι καὶ οὗτος τοὺς πρὸ αὐτοῦ ἐμιμή- σατο. ὅσα ὁ ματαιόφρων Μιχαὴλ ἐφρόνει. περὶ τῆς τοῦ Θωμᾶ τυραννίδος. ὅτι περιέθετο ἑαυτῷ ὁ Θωμᾶς τὰ τῆς βασιλείας παράσημα. ὅτι εὐτύχει ὁ τύραννος οὗτος καὶ ἐκρατύνετο.

ὅτι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν προσ- βαλὼν ὁ Θωμᾶς τῇ πόλει πολλάκις οὐδὲν ἀνύσαι ἴσχυσεν, ἀλλ’ ἥττητο συνεχῶς, ὁ δὲ καὶ ἡττώμενος τοῦ τυραννεῖν οὐκ ἀπείχετο. ὅτι ὁ τῶν Βουλγάρων ἀρχηγὸς σπονδὰς μετὰ Ῥωμαίων θέμενος ἐμαχέσατο [*](1) καὶ τοὺς - ἄρχοντας] addit 2) ἀνάρρησις — ἀφωνίας] addit.)

359
τῷ Θωμᾷ 1) καὶ ἐνίκησε καὶ αἴτιος γέγονε τῆς αὐτοῦ καταλύσεως. κατάσχεσις τοῦ Θωμᾶ. περὶ τῆς Ἡρακλείας καὶ τοῦ Πανίου μηδὲ μετὰ τὴν κατάλυσιν τοῦ Θωμᾶ τῆς ἀποστασίας ἀφισταμένων.

ὅπως ἡ Κρήτη γέγονεν ὑπὸ τοὺς Ἀγαρηνούς. ὅπως καὶ τίνα δευτέραν γαμετὴν εἰλήφει ὁ Μιχαὴλ. περὶ πατριαρχῶν. περὶ τῶν ἐν τῆ Κρήτῃ Ἀγαρηνῶν. ἑτέρα στάσις ἐν Σικελίᾳ καὶ ὅπως ὑπὸ τοὺς Ἀγαρηνοὺς ἐγένετο ἡ νῆσος. τελευτὴ Μιχαὴλ τοῦ βασιλέως. ὅπως ἐκόλασεν ὁ Θεόφιλος τὸν ἀνελόντα τὸν Λέοντα. 2)