Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅτι τὴν μητρυιὰν ἑαυτοῦ εἰς τὴν μονήν, ἐξ ἧς ἐλήφθη, ἐγκατέστησεν. περὶ τῆς γυναικὸς Εἰκασίας. ὄπως περὶ τοὺς ἀδικοῦντας διέκειτο ὁ Θεόφιλος καὶ ὅπως τῆς εὐθηνίας τῶν ὠνίων ἐφρόντιζεν. περὶ τοῦ ἀδελφοῦ τῆς Αὐγούστης τοῦ Πετρῶνά. περὶ τοῦ πλοίου τῆς Αὐγούστης.
Περὶ τῶν γονέων τῆς Θεοδώρας καὶ περὶ τῆς μητρὸς αὐτῆς καὶ τῶν θυγατέρων τοῦ βασιλέως. περὶ τῆς δεσποίνης Θεοδώρας καὶ τοῦ παράφρονος Δένδερι. ὅτι βαρὺς ἦν τῶν εὐσεβῶν κολαστὴς ὁ Θεόφιλος. περὶ τοῦ συγκέλλου3) Ἰωάννου, καὶ ὅπως πρὸς τοὺς Ἀγαρηνοὺς ἀπεστάλη καὶ ὅσα ἐποίησεν.
Περὶ τῶν τῆς πόλεως παραλίων τειχῶν. περὶ τοῦ ξενῶνος τοῦ Θεοφίλου. περὶ τοῦ μοναχοῦ Λαζάρου τοῦ ζωγράφου. περὶ τῶν ὁμολογητῶν αὐ- ταδέλφων Θεοφάνους καὶ Θεοδώρου τῶν γραπτῶν. ὅτι ἐπὶ θυγατρὶ ἐποιήσατο γαμβρὸν Ἀλέξιον τὸν Μωσηλέ, ὃν καὶ Καίσαρα ἐτέμησεν. περὶ τοῦ Μα1) [*](1)ἐμαχέσατο τῷ θωμᾷ καὶ pro ἐμὰ καὶ 2) ἑτέρα — Λέοντα pro περὶ στάσεως ἐν Σικελία συστάσης, quae habet Duc., οm. Wolfius 3) συγκέλλου pro συγκέλου.)
Περὶ τοῦ περιδεξίου Ἀγαρηνοῦ καὶ τοῦ ἐκ- τομίου Θεοδώρου τοῦ Κρατεροῦ.2) ἐκστρατεία ἑτέρα3) κατὰ τῶν Ἀγαρηνῶν καὶ ἧττα Ῥωμαίων. ὅτι διαβολαῖς κατὰ τοῦ Μανουὴλ πιστεύσας ὁ βασιλεὺς τυφλῶσαι αὐτὸν ἐμελέτα· ὁ γνοὺς ἐκεῖνος προσπέφευγε τοῖς Ἀγαρηνοῖς.4) ὅτι πίστεις λαβὼν ὁ Μανουὴλ ἐκ τοῦ βασιλέως αὖθις ἐπανῆλθε κατασοφισάμενος τὸν τῶν Ἀγαρηνῶν ἀρχηγόν. περὶ πατριαρχῶν. ὅτι τὸν ἱερὸν Μεθόδιον ὑπερώρισε καὶ ὅσα ὑπέμεινεν.
ὅτι κατὰ τῶν Ἀγαρηνῶν ἐκστρατεύσας ὁ Θεόφιλος εὐτύχησεν. ὅπως παρὰ τῶν μισθοφο- ρούντων Περσῶν ὁ Θεόφοβος βασιλεὺς ἀνερρήθη καὶ ἄκων. ὅτι ὁ Θεόφοβος προσῆλθε τῷ βασιλεῖ. περὶ τῆς τοῦ Ἀμορίου ἁλώσεως. ὅπως προεδόθη τοῖς Ἀγαρηνοῖς τὸ Ἀμόριον. ὅτι διεπρεσβεύσατο πρὸς τὸν τῶν Ἀγαρηνῶν ἀρχηγὸν ὁ βασιλεὺς τοὺς ἐπιφανεῖς τῶν ἁλόντων ὠνήσασθαι θ’ ἔλων, ὁ δὲ τὴν πρεσβείαν οὐ προσήκατο καὶ ὅτι ἐκ λύπης ὁ βασιλεὺς ἐνόσησε δυσεντερίαν. ὅτι θνήσκων ὁ Θεόφιλος ἀνεῖλε τὸν Θεόφοβον. τελευτὴ Θεοφίλου.