Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ὅτι Μανιχαίοις καὶ Ἀθιγγάνοις ἐκέχρητο ἐν μαντείαις. ἐκστρατεία κατὰ Βουλγάρων, ἐν ᾗ εὐτυ- χήσας καὶ ἐπαρθεὶς ὕστερον ἡττήθη καὶ ἀπώλετο. ὅτι τὴν κεφαλὴν τοῦ βασιλέως ὁ Κροῦμος ἀνεσταύρωσεν, εἶτα ἀντὶ κύλικος ἐκέχρητο.
Ἀνάρρησις τοῦ Ῥαγγαβὲ Μιχαήλ.
ὅπως διετέθη ὁ Μιχαὴλ πρὸς τὴν τοῦ Σταυρακίου σύμβιον. ὅτι ἔστεψεν ὁ Μιχαὴλ τὸν υἱὸν αὐτοῦ Θεοφύλακτον. ὅτι τοὺς κατὰ τῶν ἁγίων
[*](1) περὶ τοῦ ’π’. Β.] addit 2) καὶ] addit.)εἰκόνων νεανιευομένους ᾐκίσατο. περὶ τῶν Ἀγαρηνῶν. ὅτι ὁ τῶν Βουλγάρων ἄρχων ᾔτει σπονδάς, ὁ δὲ βασιλεὺς ἁ) ἐκεῖνος ἐζήτει μὴ πληρῶν παρῃτή- σατο σπείσασθαι, καὶ οἶ Βούλγαροι κατὰ Μεσημβρίας ἐχώρησαν , καὶ τὸ ἄστυ εἷλον.
ὅτι μαθὼν ὁ βασιλεὺς μέλλειν τοὺς Βουλγάρους τῇ Θρᾴκῃ ἐπελθεῖν, ἐξῆλθε. καὶ οἱ μὲν Βούλγαροι ἄπρακτοι ἔμειναν, ἐκεῖνος δὲ τὴν οἰκείαν χώραν διὰ τῆς προσεδρίας τοῦ στρατοῦ ἐκάκου. ἧττα τῶν Βουλγάρων ἐπελθόντων. ἡττήθησαν οἱ Ῥωμαῖοι ἐπιβουλῇ τοῦ Ἀρμενίου Λέοντος. ὅπως ὁ Λέων ἑαυτῷ τὴν βασιλείαν περιεποιήσατο. ὅτι βίᾳ τὴν βασιλείαν καταδέχεσθαι ὁ Λέων ἐσχηματίζετο , καὶ ὅπως ὁ Μιχαὴλ ἀπραγμόνως ἐξέστη τῆς ἀρχῆς καὶ ὅσα ἔπαθεν.
ὅσα συνέβη σημαντικὰ τοῦ τὸν Μιχαὴλ τοῦ Λέοντος διάδοχον ἔσεσθαι. ὅτι περὶ σπονδῶν διαπρεσβευσάμενος ὁ Λέων πρὸς τὸν ἄρχοντα Βουλγάρων, ἐπεὶ οὐκ ἐδέχθη, ἐξεστράτευσε κατ’ ἐκείνου καὶ ἐνίκησεν. ὅπως ὁ Ἀρμένιος Λέων ἔθετο τῇ τῶν εἰκονομάχων αἱρέσει. περὶ τοῦ Μελισσηνοῦ Θεοδότου καὶ ὅπως τὸν Λέοντα ἠπάτησε κατὰ τῶν ἁγίων εἰκόνων λυττῆσαι. ὅτι ἀντιλέγοντα αὐτῷ περὶ τῶν ἁγίων εἰκόνων τὸν θεῖον Νικηφόρον τὸν πατριάρχην ἐξώρισεν. περὶ τῆς προγνώσεως τοῦ πατριάρχου Νικηφόρου καὶ τοῦ ὁμολογητοῦ Θεοφάνους.