Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅσα συνέβη σημαντικὰ τοῦ τὸν Μιχαὴλ τοῦ Λέοντος διάδοχον ἔσεσθαι. ὅτι περὶ σπονδῶν διαπρεσβευσάμενος ὁ Λέων πρὸς τὸν ἄρχοντα Βουλγάρων, ἐπεὶ οὐκ ἐδέχθη, ἐξεστράτευσε κατ’ ἐκείνου καὶ ἐνίκησεν. ὅπως ὁ Ἀρμένιος Λέων ἔθετο τῇ τῶν εἰκονομάχων αἱρέσει. περὶ τοῦ Μελισσηνοῦ Θεοδότου καὶ ὅπως τὸν Λέοντα ἠπάτησε κατὰ τῶν ἁγίων εἰκόνων λυττῆσαι. ὅτι ἀντιλέγοντα αὐτῷ περὶ τῶν ἁγίων εἰκόνων τὸν θεῖον Νικηφόρον τὸν πατριάρχην ἐξώρισεν. περὶ τῆς προγνώσεως τοῦ πατριάρχου Νικηφόρου καὶ τοῦ ὁμολογητοῦ Θεοφάνους.
Ὅτι ὁ Μελισσηνὸς Θεόδοτος προεβλήθη πατριἄρχης, καὶ ὅθεν ᾠκειώθη οὗτος τῷ Λέοντι. περὶ τοῦ πρωτοψάλτου , καὶ ὅπως ἠρέθιζε2) τὸν βασιλέα κατὰ τῶν ἁγίων εἰκόνων. ὅτι ὀργίλος ἦν ὁ Λέων [*](1) ἠρέθιζε pro ἠρέθισε.)