Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅπως διετέθη ὁ Μιχαὴλ πρὸς τὴν τοῦ Σταυρακίου σύμβιον. ὅτι ἔστεψεν ὁ Μιχαὴλ τὸν υἱὸν αὐτοῦ Θεοφύλακτον. ὅτι τοὺς κατὰ τῶν ἁγίων
[*](1) περὶ τοῦ ’π’. Β.] addit 2) καὶ] addit.)εἰκόνων νεανιευομένους ᾐκίσατο. περὶ τῶν Ἀγαρηνῶν. ὅτι ὁ τῶν Βουλγάρων ἄρχων ᾔτει σπονδάς, ὁ δὲ βασιλεὺς ἁ) ἐκεῖνος ἐζήτει μὴ πληρῶν παρῃτή- σατο σπείσασθαι, καὶ οἶ Βούλγαροι κατὰ Μεσημβρίας ἐχώρησαν , καὶ τὸ ἄστυ εἷλον.
ὅτι μαθὼν ὁ βασιλεὺς μέλλειν τοὺς Βουλγάρους τῇ Θρᾴκῃ ἐπελθεῖν, ἐξῆλθε. καὶ οἱ μὲν Βούλγαροι ἄπρακτοι ἔμειναν, ἐκεῖνος δὲ τὴν οἰκείαν χώραν διὰ τῆς προσεδρίας τοῦ στρατοῦ ἐκάκου. ἧττα τῶν Βουλγάρων ἐπελθόντων. ἡττήθησαν οἱ Ῥωμαῖοι ἐπιβουλῇ τοῦ Ἀρμενίου Λέοντος. ὅπως ὁ Λέων ἑαυτῷ τὴν βασιλείαν περιεποιήσατο. ὅτι βίᾳ τὴν βασιλείαν καταδέχεσθαι ὁ Λέων ἐσχηματίζετο , καὶ ὅπως ὁ Μιχαὴλ ἀπραγμόνως ἐξέστη τῆς ἀρχῆς καὶ ὅσα ἔπαθεν.