Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ τοῦ Τραυλοῦ Μιχαὴλ καὶ ὅπως ἐπὶ τυραννίδι ἁλοὺς διέφυγε τὴν τιμωρίαν καἰ ἐβασί- λευσεν. ὅσα προεῖπεν ὁ Λέων περὶ τοῦ Μιχαήλ. περὶ τῶν ἐν τῷ βιβλίῳ τῷ ἐν τοῖς ἀνακτόροις καὶ τῶν ἐν ἐκείνῳ εἰκονισμένων, καὶ ὅπως ἡρμηνεύθησαν ἐκεῖνα καὶ παρὰ τίνος. περὶ τοῦ ἐνυπνίου τῆς μητρὸς τοῦ Λέοντος. ἕτερον ἐνύπνιον. ὅτι πεδη- θεὶς τοὺς πόδας ὁ Μιχαὴλ τῷ Παπίᾳ παρεδόθη φυ- λάττεσθαι. ὅπως ὁ βασιλεὺς εἰς τὴν τοῦ Παπίου καταγωγὴν ἀπῆλθε, καὶ ὅσα εἶδε καὶ ὡς ἠπείλησε, καὶ ὡς οὐκ ἔλαθεν. ὅσα ὁ Μιχαὴλ τοῖς συνωμόταις ἐπέστειλεν. ἀναίρεσις Λέοντος τοῦ Ἀρμενίου. ἀνάρ- ρησις τοῦ Μιχαὴλ ἔτι τοὺς πόδας πεπεδημένου. ὅσα ἐποίησεν ὁ Μιχαὴλ τῇ τοῦ Λέοντος γαμετῇ καὶ τοῖς ἐκείνου παισί, καὶ ὅπως ὁ τοῦ Λέοντος υἱὸς Κωνσταντῖνος ἐλύθη τῆς ἀφωνίας. 2)

Ὅθεν ὥρμητο ὁ Μιχαὴλ καὶ οἶος τὴν πίστιν καὶ τὰ ἤθη. ὅτι καὶ οὗτος τοὺς πρὸ αὐτοῦ ἐμιμή- σατο. ὅσα ὁ ματαιόφρων Μιχαὴλ ἐφρόνει. περὶ τῆς τοῦ Θωμᾶ τυραννίδος. ὅτι περιέθετο ἑαυτῷ ὁ Θωμᾶς τὰ τῆς βασιλείας παράσημα. ὅτι εὐτύχει ὁ τύραννος οὗτος καὶ ἐκρατύνετο.