Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ὅτι ἐπιβουλῆς γενομένης ἡ Θεοδώρα τοὺς μὲν ἄλλους ἐκόλασε, τοὺς δὲ ἀνδραδέλφους αὐτῆς ἀπέκειρε καὶ ἱερέας παρεσκεύασεν. περὶ τῆς εὑρε- θείσης λάρνακος ἐν τῇ Θρᾴκῃ κατὰ τὸ Μακρὸν ὅτι κατηγγυήσατο τῷ υἱῷ γυναῖκα ἡ Εἰρήνη. ὅτι ὁ τῶν Ἀράβων ἀρχηγὸς μέχρι Χρυσοπόλεως ἐλθὼν ἐσπείσατο, φόρους αὐτοῖς διδόναι τῶν Ῥωμαίων συνθεμένων. περὶ τοῦ πατρικίου 1) Ἐλπιδίου.
ὅτι ὁ πατριάρχης Παῦλος ἐξέστη τῆς ἐκ- κλησίας. ὅτι ὁ ἐν ἁγίοις Ταράσιος πατριάρχης προ- εχειρίσθη. περὶ τῆς ἑβδόμης συνόδου. ὅτι ὁ βασι- λεὺς Κωνσταντῖνος νεανίας γευόμενος βασιλεὺς) εἰς ἑαυτὸν τὴν διοίκησιν μεταγαγεῖν ἐμελέτησε. γνωσθεὶς δὲ παρὰ τῆς μητρὸς ἐτύφθη καὶ δημοσι- εύειν ἐκωλύθη. ὅτι τοῖς Ἀρμενιακοῖς καὶ οἱ τῶν ἄλλων θεμάτων συμφρονήσαντες τὸν Κωνσταντῖνον μόνον εὐφήμουν, καὶ ὅσα ἐκεῖνος προελθὼν ἐποί- ησεν.
ὅτι ὁ Θωμαῒτης τρίκλινος ἐκαύθη. ἐκστρα- τεῖαι τοῦ Κωνσταντίνου κατὰ Βουλγάρων καὶ τῶν Ἀράβων. ὅτι αὖθις ἀνήγαγε τὴν μητέρα εἰς τὰ βασίλεια καὶ εὐφημεῖσθαι αὐτὴν παρεχώρησεν· οἱ δὲ Ἀρμενιακοὶ αὖθις ἐστασίαζον· καὶ περὶ τοῦ Μωσηλέ. ὅτι τοῖς Βουλγάροις συμβαλὼν ὁ Κωνσταντῖνος ἡτ- τήθη, καὶ ὅτι ἐστασίασε τὸ στρατιωτικὸν καὶ ὅτι τοὺς θείους ὁ Κωνσταντῖνος ἐτιμωρήσατο. ὅτι τὴν οἰ- κείαν γαμετὴν ἄκουσαν ἀποκείρας ὁ Κωνσταντῖνος ἑτέραν ἠγάγετο. ὅτι κατὰ Βουλγάρων ὁ βασιλεὺς ἐξεστράτευσεν.
Περὶ τοῦ μοναχοῦ Πλάτωνος. ὅτι ἐτυφλώθη [*](1) πατρικίου] πατριάρχου 2) βασιλεὺς] addit.)
ὅσα πρὸς τὴν βασιλίδα Εἰρήνην ὁ Νικηφόρος εἴρηκε καὶ ὅσα πρὸς ἐκεῖνον ἐκείνη, καὶ ὅτι πολλὰ ὑπέδειξεν αὐτῷ χρήματα τεθησαυρισμένα καὶ ὡς αὐτίκα ὑπερωρίσθη. οἶος ἦν τοὺς τρόπους ὁ Νικηφόρος. περὶ τοῦ πατρικίου Βαρδάνη.1) τε- λευτὴ Εἰρήνης. ἀνάρρησις Σταυρακίου τοῦ ὒ ἰοῦ Νικηφόρου. περὶ πατριαρχῶν. ὅτι μετὰ τὸν ἐν ἁγίοις Ταράσιον ὁ θεῖος Νικηφόρος προεχειρίσθη πατριάρχης. καὶ2) ὅπως ὁ Πλάτων’ καὶ ὁ Στουδίτης Θεόδωρος ἐστασίαζον. οἵας κερδῶν ἐπινοίας ἐπενόει ὁ βασιλεὺς Νικηφόρος ὁ ἀπὸ γενικῶν. περὶ τοῦ εἰσδραμόντος ξιφηφόρου εἰς τὰ βασίλεια καὶ ζητοῦντος ἀνελεῖν τὸν βασιλέα.