Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ τοῦ ξενωθέντος ἐν Γαβαὼ Λευίτου καὶ τῆς γυναικὸς αὐτοῦ τῆς βενιαμίτιδος 5), ἣν οἱ εἰς αὐτὴν πορνεύοντες διέφθειραν. καὶ ὅτι ταύτην εἰς δώδεκα μέρη διεῖλεν ὁ ταύτης ἀνὴρ καὶ ταῖς δώδεκα φυλαῖς ἔστειλε τὰ μέρη εἰς ἔλεγχον τοῦ γενομένου. περὶ Γοθονιήλ, καὶ ὅπως ἦρξε τοῦ Ἰσραηλιτῶν λαοῦ. μετὰ τὸν Γοθονιὴλ ἄναρχοι ὄντες οἱ Ἰσραηλῖται κατεφρονήθησαν. περὶ τοῦ Βενιαμίτου Ἀὼθ ἢ Ἰούδα, καὶ ὅτι τὸν Αἰγλὼμ ἀνεῖλε δόλῳ. ὅπως ἦρξε τοῦ λαοῦ Ἀώθ.

Περὶ Δευώρας τῆς προφήτιδος καὶ Βαρὰκ 6) τῶν κατὰ τοῦ Σίσαρα στρατευσάντων. ὅτι φεύγων Σισάρας ἀνῃρέθη παρὰ γυναικὸς γάλακτι μεθυσθείς. θάνατος Δευώρας καὶ Βαράκ. περὶ Γεδεών, καὶ ὅσα [*](1) ἐσπείσαντο] πεέσον cum ductu post τ, omisso mox ὡς) [*](2) καὶ] addit 3) ὑδροφόρους] ὑποφόρους, etSi iu teAtu est ἱδροφόρους (Sic) 4) κατερραθύμησαν pro κατεραθύμησαν 5) Βενιαμίτιδος pro Βηθλεεμίτιδος 6) Βαρὰχ] βαρὰκ ut est infra.)

269
ἐποίησεν ὁ ὀφθεὶς αὐτῷ ἄγγελος, παραθαρρύνων αὐτὸν εἰς τὸν κατὰ τῶν ἐναντίων πόλεμον. περὶ τῆς 1) πόκου καὶ τῆς δρόσου. περὶ τῶν ἐν τῷ πίνειν λαψάντων. περὶ τῆς ἐν ὕπνοις κριθίνης μάζης, τί δηλοῖ. ὅπως τὸν οἰκεῖον λαὸν συνέταξε Γεδεών. ὅτι γηραιὸς ἐτελεύτησε Γεδεὼν καταλιπὼν υἱοὺς ἐκ διαφόρων γυναικῶν ἑβδομήκοντα, καὶ ἔνα ἐκ παλλακῆς, ὃς τοὺς ἑβδομήκοντα ἔκτεινε καὶ ἐτυράννησεν. ὅτι γύναιον ἄνωθεν βαλὸν κτείνει τὸν Ἀβιμέλεχ. ὅτι Ἰεφθάε ὑπέσχετο θῦσαι τὸ πρῶτον συναντῆσαν, εἰ νικήσει· καὶ οὕτω θύει τὴν θυγατέρα.