Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅτι Σαμψὼν ἰσχὺν σημαίνει. ὅπως ἐγεννήθη Σαμψών. ὅτι Ναξοραῖος 2) ὁ ἀφωρισμένος θεῷ. ὅτι ὁ πατὴρ Σαμψὼν Μανωὲ ἐζήτει μαθεῖν τοῦ προσομιλοῦντος ἀγγέλου τὸ ὄνομα. ὁ δὲ θαυμαστὸν εἶπεν εἶναι τοῦτο, καὶ ἐσιώπησεν. 3) ὅτι θείῳ πυρὶ κατεκαύθη ἡ θυσία Μανωέ. ὅπως ἠράσθη ὁ Σαμψὼν γυναικὸς ἀλλοφύλου. καὶ ὅπως ἀναιρεῖ τὸν λέοντα, καὶ εὑρίσκει σμῆνος μελισσῶν ἐν τῷ στό- ματι αὐτοῦ. καὶ ὅτι τὰ περὶ τούτου πρόβλημα ἔθετο· καὶ ὅπως τοῦτο τῇ γυναικὶ ἐξηγήσατο αἰτησαμένη σὺν δάκρυσι. ὅτι διὰ τὸ τὴν γυναῖκα ἑτέρῳ συζυ- γῆναι ὠργίσθη Σαμψών, καὶ λαβὼν ἀλώπεκας τρια- κοσίας λαμπάδας ἡμμένας ταῖς ἐκείνων οὐραῖς προσ- έδησε, καὶ οὕτω τὰ τῶν Παλαιστηνῶν4) κατέκαυσε λήια. οἶ δὲ κατέκαυσαν τὴν γυναῖκα. ὅτι ἑκὼν ἑαυτὸν δεδεμένον τοῖς ἀλλοφύλοις παρέδωκεν ὁ Σαμψών. ὁ δὲ διὰ σιαγόνος ὄνου ἀπέκτεινε πολλούς, ὅθεν καὶ Σιαγόνα τὸν τόπον ἐκάλεσαν. ὅπως [*](1) τῆς] ita cod., qui mox πͅαλακῆς 2), Ναξοραῖος] ναξϊραῖος, ut ln textu 3) ἐσιώπησεν pro ἀπεσιώπησεν 4) per ἡ pro ἴ’ semper.)

270
ἀπὸ τῆς σιαγόνος ἔπιε Σαμψών. ὅπως τὰς πύλας σὺν ταῖς παραστάσι μετέθετο Σαμψών. ὅτι ἠπάτησε Σαμψὼν ἡ Δαλιεά. καὶ μαθοῦσα τὴν ἀπὸ τῆς τριχὸς ἰσχὺν ἐκκόπτει τὴν τρίχα· καὶ αὐτοῦ ἀσθενήσαντος ἐκκόπτουσιν αὐτοῦ τοὺς ὀφθαλμοὺς οἶ ἐχθροί. ὅπως τῆς κόμης αὐξομένης καὶ ἡ ἰσχὺς ηὐξάνετο τοῦ Σαμψών. καὶ ὅπως τοὺς κίονας κατέσεισε καὶ τὴν οἰκίαν ἔρριψε καθ’ ἑαυτοῦ καὶ πάντας ἀπ’ ἔκτεινε σὺν ἑαυτὼ.

Ὅτι μετὰ τὸν Σαμψὼν οὐκέτι κριταὶ ἦγον τὸν Ἰσραήλ, ἀλλ’ ὁ ἀρχιερεὺς Ἠλεί. περὶ τῆς Νοεμὶν καὶ τῆς Ὀρφὰ καὶ τῆς Ῥούθ. ὅπως ἡ Νοεμὶν εὐτυχίαν δηλοῖ, Μάρα δὲ ὀδύνην. ὅπως ὁ βοὸς τὴν Ῥοὺθ εἰσ- αγαγὼν εἰς τὴν γερουσίαν καὶ τὸν συγγενῆ ἤρετο εἰ ταύτην βούλεται ἀγαγεῖν. τοῦ δὲ παραιτησαμένου, λαμβάνει αὐτήν, καὶ ὅτι κατὰ τὸν νόμον γέγονε τὰ σημεῖα τῆς παραιτήσεως. ὅτι Ὠβὴδ 1) δουλεύων ἑρμηνεύεται. περὶ Σαμουήλ. ὅτι ὁ Ἠλεὶ προεῖπε τῇ Ἄννῃ τὴν τοῦ Σαμουὴλ γέννησιν. ὅτι προσήχθη τῷ Ἤλει μετὰ τὸ γεννηθῆναι Σαμουὴλ. ὅτι κοιμώμενον τὸν Σαμουὴλ ἐκάλεσεν ὁ θεός. πρόρρησις διὰ τοῦ Σαμουὴλ τῶν ἐσομένων τοῖς Ἰσραηλίταις καὶ τοῖς παισὶ τοῦ Ἠλεὶ συμφορῶν.