Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Περὶ τοῦ βωμοῦ καὶ τῶν λίθων οὓς ἔλαβεν Ἰησοῦς κατὰ τὸν ἀριθμὸν6) τῶν φυλῶν ἐκ τοῦ Ἰορδάνου. ὅτι κατὰ τὴν πρώτην τῆς τοῦ πάσχα ἡμέραν 7) ἤρξατο ὁ Ἰησοῦς πολιορκεῖν Ἱεριχώ. καὶ ἴως τῆς ἑβδόμης ἡμέρας τὸ τεῖχος κυκλῶν μετὰ τῶν ἱερέων καὶ τῆς κιβωτοῦ καὶ μετὰ σαλπίγγων, καὶ κατέπεσε τὸ τεῖχος, καὶ ἀρὰς κατὰ τῶν ποτε βουληθησομένων 8) ἀνεγεῖραι τὴν πόλιν Ἱεριχοῦντα ἐποιήσατο. περὶ τῶν εὑρεθέντων χρημάτων, ἃ ἀνετέθησαν τῷ θεῷ, καὶ περὶ τοῦ ἀποκρύψαντος τὸ χρυσίον, καὶ θ’ [*](1) ἀλλοτριωθῇς] ἀλλοτριῶ. Scripsi — θῇ. 2) στερηθῇ] οm. γ’) ὅπως μ,ετὰ — παρήγγειλε ταῦτα] addit 4) κ pro εἴκοσι 5) ἀπαιωρῆσαι] ἀπεωρῆσαι 6) κάτα τὸν ἀριθμὸν] οm. 7) ἡμέραν] ἡμέρας 8) βουληθησομἐνων] Sic etiam libri Zonarae, qui βουλήσομαι vol. 2, p. 100, C. Quod restitui, etsi quaedam alterius apud recentissimos sunt exempla: V. praef. vol. 1, p. VI.)

268
ὅτι ἀνῃρέθη διὰ τοῦτο. ὅπως ἐσπείσαντο 1) Γαβαωνῖται ὡς ὄντες ἀλλότριοι Ἱεριχοῦντος, καὶ 2) ὅτι Ἰησοῦς μαθὼν ψευσθῆναι, ἐποίησε τούτους ξυλοκόπους καὶ ὑδροφόφους 3) τῆς συναγωγῆς. ὅπως τὸν βασιλέα Ἱεροσολύμων ἥττησεν Ἰησοῦς, συμμαχῶν Γαβαωνίταις, ὅτε καὶ ἡ ἡμέρα ηὐξήθη. ὅτι Γάλγαλα τὴν ἐλευθερίαν οἱ Ἐβραῖοι καλοῦσιν.

Περὶ τῆς σκηνῆς ἧς ἔστησεν Ἰησοῦς εἰς Σηλώμ. ὅτι ὑπέργηρως Ἰησοῦς ἐτελεύτησεν, ἐτῶν γεγονὼς ἑκατὸν δέκα. ὅτι μετὰ θάνατον Ἰησοῦ κατὰ τῶν Ἑβραίων Χαναναῖοι ἐπανέστησαν, καὶ ἡττήθησαν. ὅτι εὐθηνούμενοι Ἰσραηλῖται κατεφφᾳθύμησαν 4) τῶν νόμων καὶ τῶν ὅπλων.