Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅπως τέθνηκε Μαριὰμ ἡ τοῦ Μώσεως ἀδελφὴ μὴ ἰδοῦσα τὴν γῆν τῆς ἐπαγγελίας, καὶ Ἀαρὼν ὁμοίως, καταλιπὼν ἀρχιερέα τὸν υἱόν. ὅπως οἱ Ἑβραῖοι κατὰ Ἀμοραίων ἐμαχέσαντο, καὶ ἀναίρεσις τῶν αὐτῶν βασιλέων 5) Σηὼν καὶ Ὤγ. περὶ στρατοπεδεύσεως πρὸ 6) Ἱεριχοῦντος. περὶ Βαλαὰμ καὶ τῆς κατὰ τὴν ὁδὸν αὐτοῦ ἐπιφανείας ἀγγέλου. ὅτι ὁ Βαλαὰμ Μωσέα οὐ κατηράσατο, ἀλλὰ καὶ εὐλόγησε κινούμενος ἄκων ἐκ θεοῦ. ὅτι κατὰ συμβουλὴν Βαλαὰμ παρθένους ἀφῆκε 7) τοῖς Ἰουδαίοις, καὶ παρηνόμησαν δεινῶς. ὅπως ὁ Φινεὲς τὸν Ζαμβρὴν 8) σὺν τῇ Μαδιανίτιδι ἐξεκέντησεν. ἧττα Μαδιηναίων καὶ ἀναίρεσις πάντων ἄνευ γυναικῶν παρθένων. ὅτι γηράσας Μώσης Ἰησοῦν κατέλιπεν.

ὅτι τὴν Ἀμορῖτιν 9) τῷ 10) Γὰδ καὶ Ῥουβὶμ ἀφώρισε Μώσης, διαταξάμενος ἕνα ἕκαστος τῆς [*](1) καὶ] καὶ ὅπως 2) ὑπόθεσις pro ὑποθήκη 3) ἐγνώ- σθη — ἐθέλει] γνωσθῇ ὁ θεὸς εἰ ἱδρυνθῇ ἀαρών 4) στρα- τειῶν — προσόδους ἔσχε] οm. in fine marginis huius pagiuae fol. 21 V. 5) τῶν — βασιλέων] τοῦ — βασιλέως 6) πρὸ] οm. 7) ἀφῆκε] ἐφῆκε 8) Ζαμβρὴν] ξαμβρῆ 9) ἀμορίτιν pro Ἀμορίτην 10) τῷ] τὸν (τ).)

267
οἰκείας φυλῆς μένων ἔχῃ τὸν κλῆρον, εἰ δὲ τῆς φυλῆς ἀλλοτριωθῇ 1), καὶ τοῦ κλήρου στερηθῇ. 2) ὅπως μετὰ μ’ ἔτη λ' ἐνδεουσῶν ἡμερῶν τὸν οἰκεῖον θάνατον Μώσης διέγνω καὶ συναθροίσας τὸν λαὸν παρήγγειλε ταῦτα. 3) ὅπως εἰς ὅρος ὑψηλὸν στὰς Μώσης εἶδε τὴν γῆν τῆς ἐπαγγελίας, καὶ οὕτως ἀφανὴς γέγονε, βιώσας ἔτη ἑκατὸν εἴκοσιν,4) ὧν ἦρξε τὸ τρίτον τούτων. περὶ τῶν τῆς Ἱεριχοῦντος κατασκόπων. περὶ Ῥαὰβ τῆς ἐν Ἱεριχοῦντι κρυψάσης τοὺς κατασκόπους, καὶ ὅσα ὑπέσχοντο αὐτῇ ποιῆσαι μετὰ τὴν τῆς πόλεως ἅλωσιν. καὶ ὅτι φοινικίδα ἀπαιωρῆσαι 5) εἰς γνώρισμα τῆς οἰκίας ἐνετέταλτο ἡ γυνή. ὅτι πρῶτοι ἱερεῖς καὶ Λευῖται τὸν Ἰορδάνην εἰσελθόντες ἀνέκοψαν αὐτόν, καὶ οὕτως ὁ λαὸς διε- πέρασεν.