De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235)

Methodius

Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235), Bonwetsch, Hinrichs, 1917

Εἰ οὐν τὸ ποιεῖν ἐκ τοῦ μὴ ποιεῖν ἀλλοίωσιν τοῦ θεοῦ καταψηφίζεται, οὐχὶ καὶ τὸ μὴ ποιεῖν ἐκ τοῦ ποιεῖν;

Ἀνάγκη.

Ἠλλοιῶσθαι δὲ αὐτὸν φαίης μὴ ποιοῦντα σήμερον παρ' ὃ ὅτε ἐποίει;

Οὐδαμῶς.

Οὐδ' ἄρα ὅτ’ ἐποίει τὸν κόσμον, ἠλλοιῶσθαι αὐτὸν ἀνάγκη παρ ὃ ἠν ὅτε οὐκ ἐποίει· καὶ οὔτε ἀνάγκη συνυπάρχειν αὐτῷ τὸ πᾶν δεῖν λέγειν διὰ τὸ μὴ ἀναγκάζεσθαι λέγειν ἠλλοιῶσθαι, οὔτε συναΐδιον δι᾿ αὐτὸ τοῦτο.

Καί μοι φαθὶ καὶ ὧδε. γενητὸν τὸ μὴ γενέσεως ἔχον ἀρχὴν φαίης ἄν;

Οὐ δῆτα· εἰ γὰρ μὴ ὑποπίπτει γενέσεως ἀρχῇ, ἐξ ἀνάγκης ἀγένητόν ἐστιν.

Εἰ δὲ γέγονεν, ὑπὸ αἰτίου τινὸς δίδως αὐτὸ γεγονέναι· πάντῃ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν;

[*](2 αὐτὸς < A 6 συγγνώμην AB: † od. > συγγ. Κl: συγγνώμῃ 7 ἀτελὴς zweimal A | ἀτ. ἂν 2. Hd. A | < 14 πρότερος K 20 οὔπω A315 23 ἐκ τοῦ μὴ ποιεῖν A 28 ὅτε ποιεῖ AB 29 δεῖ AB 32 φασὶ A)
497

Ἀδύνατον.

Κόσμον δὴ οὖν, καὶ ὅσα ἐν αὐτῷ μῶν ἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος φήσομεν γεγονέναι ὕστερον, πρότερον οὐκ ὄντα;

Δῆλον ὅτι θεοῦ.

Ἀδύνατον γὰρ τὸ γενέσεως ἀρχῇ περιορισθὲν συναπέραντον εἶναι τῷ ἀπεράντῳ;

Ἁδύνατον.

Πάλιν δὴ οὖν, ὠ Κένταυρε, ἐξ ἀρχῆς διαλεγώμεθα. θείᾳ ἐπιστήμῃ τὰ ὄντα φατὲ γεγονέναι, ἢ οὔ;

Ὦ βάλε, λέξουσιν, οὐδαμῶς.

Ἀλλ᾿ ἀπὸ τῶν στοικείων ἢ ὕλης ἢ στηριγμάτων, ἢ ὅπως ταῦτα βούλεσθε ὀνομάζειν οὐδὲν γὰρ διαφέρει)· τούτων ἀγενήτως προϋφεστηκότων καὶ πλημμελῶς φερομένων ὁ θεὸς διακρίνας τὰ πάντα, ὥσπερ ἀγαθὸς ζωγράφος ἀπὸ πολλῶν χρωμάτων μίαν τεχνησάμενος ἰδέαν;

Οὐδὲ τοῦτο. πάντως γὰρ ἀποφεύξονται ὁμολογῆσαι καθ᾿ ἑαυτῶν, ἵνα μὴ τῆς διακρίσεως καὶ τῆς μεταμορφώσεως τὴν ὕλην συγχωροῦντες ἀρχὴν ἐσχηκυῖαν, ἀναγκασθῶσι τῷ λόγῳ κατὰ πάντα τὸν θεὸν ἠρκθαι τοῦ διοικεῖν λέγειν καὶ κατακοσμεῖν τὴν πρότερον ἄμορφον οὐσαν ὕλην.