De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235)

Methodius

Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235), Bonwetsch, Hinrichs, 1917

Οὐκοῦν καὶ ὁ θεὸς αὐτὸς δι' ἑαυτὸν τέλειος, ἀλλ’ οὐ δέ ἕτερον λογισθήσεται;

Ὀρθότατα.

Ἕτερον θεὸς κόσμου, καὶ ἕτερον κόσμος θεοῦ;

Παντελῶς.

Οὐκ ἄρα τέλειον φατέον καὶ δημιουργὸν καὶ παντοκράτορα διὰ κόσμον τὸν θεόν;

Οὔ.

Ὅπως δι’ ἑαυτόν, ἀλλὰ μὴ διὰ κόσμον, καὶ ταῦτα τρεπτόν, αὐτὸς καθ’ ἐαυτὸν τέλειος εὑρίσκοιτο.

Προσηκόντως.

Τί δέ; τὸν πλούσιον διὰ τὸν πλοῦτον λεκτέον πλούσιον; Ὀρθῶς.

Καὶ τὸν σοφὸν κατὰ μετοχὴν τῆς οὐσιώδους σοφίας, οὐκ αὐτὸν σοφίαν ὄντα, σοφὸν προσαγορευτέον;

Ναί.

Τί δέ; καὶ τὸν θεόν, ἕτερον ὄντα κόσμου, διὰ κόσμον ταύτῃ πλούσιον καὶ εὐεργέτην καὶ δημιουργὸν κλητέον;

Ἄπαγε, οὐδαμῶς.

Οὐκοῦν αὐτὸς ἑαυτοῦ πλοῦτος καὶ δι' ἑαυτὸν πλούσιος καὶ δυωατὸς τυγχάνει;

Ἐοικεν.

[*](3 δι' B 236ν 21 φατὲ A 24 ὅπως μὴ A 32 κόσμου] κόσμον A 32 f πλού|σιον A 314ν b 34 οὐδαμῶς, ἄπαγε B Ausgg. 35 αὑτὸν A)
496

Ἦν ἄρα καὶ πρὸ κόσμου πάντῃ ἀπροσδεὴς ὢν καὶ πατὴρ καὶ παντοκράτωρ καὶ δημιουργός, ὅπως αὐτὸς δι᾿ ἑαυτόν ἀλλὰ μὴ ετερον ταυτα ῃ;

Ἀνάγκη.

Εἰ γὰρ διὰ κόσμον καὶ οὐχὶ δι᾿ ἑαυτόν, ἕτερος ὢν κόσμου, παντοκράτωρ τοκράτωρ γνωρίζοιτο συγγνώμῃ ὁ θεός ἀναγκάζομαι γὰρ τοῦτο εἰπεῖν), αὐτὸς καθ᾿ ἑαυτὸν ἀτελὴς ἔσται καὶ προσδεὴς τούτων, ἃ παντοκράτωρ καὶ δημιουργός ἐστιν.

῾Υπερφυῶς.

Οὖκ ἄρα ἀποδεκτέον ταύτην τὴν ὀλέθριον ἁμαρτίαν τῶν λεγόντων παντοκράτορα εἶναι καὶ δημιουργὸν διὰ τὰ κρατούμενα καὶ δημιουργούμενα τρεπτά, ἀλλ’ οὐ δι᾿ ἑαυτὸν εἶναι τὸν θεόν.

Ὅρα δὲ καὶ ὧδε. εἰ ὕστερον, ἔφης, πεποίηται ὁ κόσμος, πρότερον ὤν, μεταβάλλειν ἀνάγκη τὸν ἀπαθῆ καὶ ἀναλλοίωτον θεόν·

τὸν γὰρ ποιοῦντα πρότερον μηδέν, ὕστερον δέ, ἀπὸ τοῦ μὴ ποιεῖν εἰς τὸ Ποιεῖν μεταβάλλειν καὶ ἀλλοιοῦσθαι ἀνάγκη.

Ἔλεγον γάρ.

Πέπαυται δὲ τοῦ ποιεῖν ποτε τὸν κόσμον ὁ θεός, ἢ οὔ;

Πέπαυται.

Οὔπω γὰρ ἦν τετελειωμένος ἄν.

Ἀληθές.