De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235)

Methodius

Methodius, De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235), Bonwetsch, Hinrichs, 1917

φέρε γάρ, ἐπειδὴ σὺν τῷ θεῷ φάναι) ἐνταῦθα τοῦ λόγου γεγόναμεν, ἤτω τις ἀνδριάς, ἑστὼς ἐπὶ βάσεως, καλός· οὗ οἱ θεώμενοι τὴν εὔρυθμον καλλονὴν διαφερέσθωσαν πρὸς ἀλλήλους, πῇ μὲν γενητόν, πῇ δὲ καὶ ἀγένητον πειρώμενοι λέγειν.

ἐροίμὴν γὰρ σφᾶς, Δι’ ἣν αἰτίαν ἀγένητον αὐτόν φατε; πότερον διὰ τὸν τεχνίτην, ὅπως μηδαμῶς ἀργήσας τῆς δημιουργίας νομίζοιτο, ἢ δι’ ἑαυτόν; ἂν μὲν γὰρ διὰ τὸν τεχνίτην, πῶς ἀγένητος ὢν πρὸς τοῦ τεχνίτου δημιουργεῖται; εἰ γὰρ ὅλως ἐν ἐνδείᾳ τῆς τέχνης καθέστηκε χαλκουργούμενος πρὸς τὸ σχεῖν ὁποῖον ὁ δημιουργὸς ἐθέλοι καρακτῆρα, ποίῳ τρόπῳ ἀγένγτος ἔσται πάσχων τε καὶ δρώμενος; εἰ δὲ αὖ δι’ ἑαυτὸν τέλειος καὶ ἀγένητος λέγοιτο μὴ δεῖσθαι τῆς τέχνης ὁ [*](13 vgl. De autex. 6, 2 S. 159, 12f. Plato Tim. 30 A — 14 Symp. S. 15, 17. Plato Tim. 28f — 19 vgl. De autex. 62, 2 S. 159, 14f — 26 vgl. 7, 5 S. 498, 18) [*](2 μῶν < A 3 πρῶτον B 4 Δῆλον] B 237 8 διαλεγόμεθα A B 10 πάλιν 2. Hd. A, βάλη 1. Hd. A u. B 11 ἀπὸ A 315 r b 12 ἀγεννήτως B 13 f ἐτεχνήσατο B 17 διακρ.] μετακρίσεως AB 21 τῷ < A 22 καλλός w. e. sch. B 23 ἐρρυθμϊον B 24 λέγειν πειρ. B 27 ἀγέννητος B 28 καθέστηκε A ν 30 ἔσται] ἄν A 31 τῆς < A)

498
ἀνδριάς, κατὰ τὸ ὀλέθριον δόημα, ἀνάγκη αὐτοματισμὸν ὁμολογεῖν.

εἰ δ’ οὐδὲ τοῦτον ἴσως ἐθελήσαντες προσήκασθαι τὸν λόγον πικρότερον ἀποκρινοῦνται, τὸ μὲν βρέτας ἀγένητον οὐκ εἶναι λέγοντες, γενητὸν δὲ εἶναι ἀεὶ γενέσεως ἀρχὴν οὐκ ἔχον, ὅπως ἀνάρχως λέγοιτο κρατεῖν τοῦ τεχνάσματος ὁ τεχνίτης, Οὐκοῦν, ὦ οὗτοι, λέξομεν αὐτοῖς, εἰ μὴ χρόνος μήτε αἰὼν εὑρίσκοιτο ἐπάνω, ὅτε οὐκ ἦν τέλειος ὁ ἀνδριάς, τί παρέσχεν αὐτῷ ὁ τεχνίτας ἢ τί ἐνήργησεν εἰς αὐτόν, φατέ.

εἰ γὰρ ὁ αὐτὸς ἀνενδεὴς ὢν καὶ οὐκ ἔχων ἀρχὴν γενέσεως τυγχάνει, ταύτῃ μᾶλλον καθ᾿ ὑμᾶς ὁ δημιουργὸς οὐδέποτε δημιουργήσας δημιουργῶν εὑρεθήσεται, καὶ πάλιν εἰς αὐτὸ ἔοικεν ὁ λόγος περιδεδραμηκέναι, αύτοματισμὸν ὁμολογεῖν. ἐὰν γὰρ κἂν τὸ ἀκαριαίτατον > ἀνδριάντα κινῆσαι ὁ δημιουργὸς λεχθῇ, ἀρχῇ ὑποπεσεῖται, καθ ἣν πρότερον αὐτὸν ἄκοσμον καὶ ἀκίνητον ὄντα ἤρξατο κινεῖν καὶ κοσμεῖν. οὔκουν καὶ ἠν καὶ ἔσται διηνεκῶς ὁ αὐτὸς ἀεὶ κόσμος· ἀπεικαστέον γὰρ τῷ μὲν θεῷ τὸν τεχνίτην, τὸν δὲ ἀνδριάντα τῷ κόσμῳ.

πῇ δὴ οὐν, ὠ ἠλίθιοι, οἴεσθε τὴν κτίσιν συναπέραντον οὐσαν τῷ δημιουργῷ μὴ δεῖσθαι τοῦ δημιουργοῦ; τὸ γὰρ συναπέραντον, μηδαμῶς ἀρχὴν γενέσεως ἔχον, καὶ συναγένγτον καὶ ἰσοδύναμον ἀνάγκη τυγχάνειν. τὸ δὲ ἀγένητον, αὐτοτελὲς καὶ ἄτρεπτον φανθέν, καὶ ἀπροσδεὲς καὶ ἄφθορον ἔσται· καὶ εἰ τοῦτο οὕτως ἔχει, οὐκέτι ὁ κόσμος τρεπτὸς καθ’ ὑμᾶς.