De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

ἀντὶ γὰρ τοῦ πρὸς τὰς οἰκείας συμφύσεις καὶ ἁρμογὰς τὰ μέλη τηρεῖν τῶν σωμάτων, ἴνα τὸ πᾶν ἄρτιον ᾖ κατὰ φύσιν σχῆμα τοῦ σώματος, ἠκρωτηρίασε παρελθὼν τὸν εἰρμὸν τῆς γραφῆς, καθάπερ Σκύθης ἐχθροῦ τινος ἀφειδῶς πρὸς ἀναίρεσιν κατατέμνων τὰ μέλη.

Εἶεν· πῶς οὖν ὁ ἀπόστολος, λέξουσι, ταῦτα ἀπε- φήνατο, εἰ σὺ μὴ οὕτως αὐτὰ ἀπέδειξας ἔχειν; ὅτι Νόμον, εἴποιμ΄ ἄν θέμενος εἶναι τὴν ἐντολήν δεδόδθω γὰρ πρῶτον κατὰ τὴν ὑμετέραν ὑπόθεσιν τὴν ἐντολὴν <ἐκείνην> αὐτὸν νόμον εἰρηκέναι), οὐ τοῦτο καὶ ἀσωμάτως πρὸ τῆς ἐντολῆς τὸν πρωτόπλαστον ὑπέθετο βεβιωκέναι, ἀλλὰ χωρὶς ἁμαρτίας. καὶ γὰρ ὀλίγος ὁ ἀπὸ τῆς κατίσεως αὐτῶν ἀχρι τῆς ἐντολῆς χρόνος, ἐν ᾦ διέζησε χωρὶς ἁμαρτίας, οὐκ ἐκτὸς σώματος, ἀλλὰ μετὰ σώματος. εὐθέως γοῦν μετὰ τὴν ἐντολὴν [*](1 De res. I, 62, 9 — 3 De res. T, 25, 1 S. 250, 12f — 4 vgl. De res. I, 33, 3. 44, 1 S. 270, 15. 310, 11 — öm. 7, 9 — 7 Klem. Alex. Str. II, 117, 5 S. 176, 24 Stähl. — 9 vgl. S. 312, 9 — 19 De res. I, 54. 2 S. 311, If) [*](1 καταπ.] κατάπαυσιν V | τούτων U 145v | μὲν U 1f ἐπὶ κεφ.] κεφαλαίοις S »mit den «), PI Phaed. 228 D ἐν κεφαλαίοις: »summatim« übers. Jh 2 διεξερχόμενος V | ὅσον] ὃν V: < S 3 διαμιλλ. mit Infin. 60, 4. II, 4, 2 | ἵνα — λόγων Ζ. 4 < S 5 ἐν τ. πρ. Ῥ. < S 6 εἰς τὴν . . διαγωγὴν] Genetiv S | κατ’ αὐτοὺς < S 7 τὰ ἐπ. τ.] »das Übrige« S | εἰ < ὁ γενναῖος οὖτος γνωστικός Klem. 8 ἰατρὸς] De res. 1, 1, 2. 3, 1 | τ. ῥητῶν — ὑφελόμενος] τὰ ῥητὰ S 97 | ἀφελόμενος U 9 τ. νοῦν ἐβιάσ. μεταπλ.] μεταπλάσας S | τοῦ ἀποστόλου — Εἰεν Z. 14 < S | ἀνίατρόν Pet: ανίατόν VUDdHoll 11 μέλει U | τη|ρεῖν V 371v 11 f κατὰ φύσ. ἦ U 12 ἠκροτηρίασε U 14 τὰ μέλη εἶεν U | πῶς — ἀπεφήνατο Ζ. 14f] »Sie ögen aber nun kund tun (sagen), welches der Sinn des Wortes des « S 15 εἰ — ἔχειν < S | εἰ] ἢ V | εἴποιμ᾿ ἂν < S 17 ἐκείνην + S | ἀλλ᾿ οὐ w. e. seh. S 18 ἀσώματος V | τῆν < V | ἐντολῆς] »Übertretung S I τοὺς πρωτοπλάστους U: < S 19 κ. γὰρ ὀλ.: ὀλ. γὰρ S | όλίγος] ὁ λόγος V 21 σώματος — σώματος πρὸς τὰς ἡδονὰς ὁρμήν S. 322, 9 durch Fehlen eines Blattes < U)

321
ἐξεβλήθησαν βραχύτατον ἐννεάσαντες έν τῷ παραδείσῳ χρόνον. — τὰ

τὰ παθήματα τῶν ἡμαρτιῶν τὰ διὰ τοῦ νόμου« λεγούσης »ἐνηργεῖτο έν τοῖς μέλεσιν ἡμῶν« διαβάλλειν αὐτὸν τὴν σάρκα νομίζῃ καὶ παραιτεῖσθαι, παραφέρῃ τε ὅσα τοιαῦτα ἄλλα εἴρηται (οἷον »ἵνα τὸ τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα« ἤ τό οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη, διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλὰ ἐν πνεύματι«), λεκτέον αὐτῷ, Πότερον οὖν ἤδη ἀναλύσας ὁ ἀπόστολος ἠν ἐκ τοῦ βίου καὶ οἶς ταῦτα ἐπέστελλεν, εἰ μὴ τὴν κατὰ σάρκα νῦν παρῃτεῖτο πολιτείαν, ἀλλὰ τὴν σάρκα, ἢ ἔτι ἐν σαρκὶ ἠν; ἀλλὰ ἐν σαρκὶ μὴ ὄντα αὐτὸν ἀπεσταλκέναι ταῦτα, οὐ λεκτέον· φανερὸν γὰρ ὅτι ἠν ἐν σαρκὶ καὶ αὐτὸς καὶ οἶς ταῦτα ἐπέστελλεν.

πῶς οὐν »ὅτε γὰρ ἠμεν ἐν σαρκί τὰ παθήματα τῶν ἀμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἠμῶν«, ὠς οὐκ ὤν οὔτε αὐτὸς ἔτι έν σαρκὶ οὔτε οἶς ταῦτα ἐπιστέλλει, λέγει; οὐκοῦν περὶ τῆς κατὰ ἀκρασίαν πολιτείας διαλέγεται καὶ οὐ περὶ τῆς σαρκὸς αὐτῆς. ἔθος γὰρ αὐτῳ σαρκικὸν τὸν οὕτως ζῶντα ἄνθρωπον λέγειν, καθάπερ καὶ ψυχικὸν ἄνθρωπον τὸν ἀπηλγηκότα πρὸς τὴν ἀλήθειαν ἀτενίσαι καὶ τὸν φωτισμὸν τοῦ μυστηρίου.

ἐπεὶ λεγέτωσαν μηδὲ τὴν ψυχὴν δύνασθαι σῴζεσθαι τὸ σύνολον. γέγραπται γὰρ »ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ έστιν· ὁ δὲ πνευματικὸς πάντα ἀνακρίνει«. ὥσπερ ἐκεῖ ψυχικὸς εἰσάγεταί τις καὶ πνευματικὸς ἄνθρωπος, καὶ ὁ μὲν πνευματικὸς τῶν σῳζομένων, ὁ δὲ ψυχικὸς τῶν ἀπολλυμένων, καὶ οὐ παρὰ τοῦτο δὴν ψυχὴ μὲν ἀπόλλυται, ἄλλα δὲ παρὰ τὴν ψυχὴν σῴζεται, οὕτω δὴ καὶ ἐνθάδε σαρκικοὺς καὶ έν σαρξὶν ὑπάρχοντας ἀπόλλυσθαι λέγων, καὶ μὴ δύνασθαι ἀρέσαι θεῷ, οὐ τὴν σάρκα, ἀλλὰ τὴν κατὰ σάρκα πολιτείαν ἀναιρεῖσθαι ἀγωνίζεται.

ὑπο- [*](2 Röm. 7, 5 — 5 Rom. 8, 4–7. 9—16 Röm. 7, 5 — 24 I Kor. 2, 14f) [*](2 τ. ῥ. ταύτης S 3 τῶν ἁμαρτιῶν < S 4 ἡμῶν] μου S | αὐτὸν < S | νομίζει V καὶ παραιτεῖσθαι S 5 παραφέρῃ < S | εἰρημένα las schwer]. S »Worte«) | οἷον < S 7 ἀλλὰ V 372 | τό] πάλιν S | κ. σ. ζῶντες S 7 f τὰ τ. σ. παθήματα S 10 ἔχθρα S 97v 11 οὐδὲ] οὐ viell. S | οὐκ ἐσταὶ V 12 λεκτ. αὐτῶ] λέγομεν δὲ αὐτοῖς S 13 ταῦτα < S | εἰ μὴ] ἀλλὰ w. e. seh. S | νῦν < S 14 ἢ ὅτι V S | ἐν σαρκὶ μὴ — καὶ οὐχὶ S. 322, 9f < S 28 τὰ ἄλλα Holl)

322
βὰς δὲ καὶ εἰπών »οἱ δὲ έν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται« εὐθέως ἐπιφέρει »ὺμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρχί, ἀλλὰ ἐν πνεύματι, εἴπερ πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν«, κοὶ μετ’ ὀλίγον »ὅτι δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖνμ, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. ἄρα οὐν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν· εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε άποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε«. προσεκτέον γὰρ ὡς τὴν τοῦ σώματος πρὸς τὰς ἡδονὰς ὁρμὴν καὶ οὐχὶ τὸ σῶμα θανατοῦσθαι διεβεβαιώσατο.