De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

εἰ γὰρ διὰ τὸ σῶμα ἥμαρτον, συνῆν ἄρα ἐξ ἀρχῆς αὐταῖος καὶ πρὸ τῆς ἁμαρτίας τὸ σῶμα. πῶς γὰρ διὰ τοῦτο ἡμάρτανον, ὅ μὴ ἠν μηδέπω; εἰ δὲ παγὶς πάλιν αὐτὸ τὸ σῶμα καὶ πέδαι νομίζεται καὶ δεσμός, οὐκέτι τὸ συναμφότερον αἴτιον, ἀλλὰ ψυχὴ μόνη· ἁμαρτήσαντι γὰρ μετὰ τὸ ἁμαρτῆσαι [τῷ ἁμαρτήσαντι] δεσμὰ καὶ παγίδες καὶ πέδαι κατασκευάζονται.

ἀλλὰ μὲν δὴ ὡμολογήσαμεν μὴ δύνασθαι δεσμὸν εἶναι τὸ σῶμα τῆς ψυχῆς, ἐπειδὴ τὸ μὲν σῶμα πρὸς ἑκάτερα, καὶ πρὸς τὸ δίκαιον καὶ ἀδικον, συνεργεῖ, ὁ δὲ δεσμὸς εἴργει τοῦ ἀδικεῖν, ὥστε ὅπερ λέγω δυοῖν θάτερον· ἤ γὰρ ἐξ ἀρχῆς ἡμάρτομεν μετὰ σώματος, καὶ οὐ φαίνεται χρόνος, ἐν ᾧ ἐκτὸς ὑπήρξαμεν σώμα- τος, καὶ συναίτιον τὸ σῶμα καὶ ἀγαθῶν τῇ ψυχῇ καὶ κακῶν, — ἢ χωρὶς σώματος διάγοντες ἡμάρτομεν, καὶ ἀναίτιον τὸ σῶμα κακίας ἐκ παντός· ἀλλὰ χωρὶς σώματος ὑπὸ ἀλόγου ἡδονῆς οὐ κρατεῖται ἡ ψυχή, ἐκρατήθησαν δὲ οἱ πρωτόπλαστοι ἀλόγῳ δελεσασθέντες ἡδονῇ.

ἦν ἄρα ἡ ψυχὴ μετὰ σώματος καὶ πρὸ τῆς ἁμαρτίας. περὶ γὰρ δὴ [*](1 Plato Tim. 41 E — De res. I, 58, 4 S. 320, 19 — 8 Plato Alex. I 130 A — 12 vgl. De res. I, 31, 4. 5 S. 265f — 13 Plato Phaed. 76 A — 17 Plato Phaed. 69 A. Soph. 222 E — 18 Gen. 3, 6) [*](10 vgl. Phot. Bibl. 234 S. 293 a, 810) [*](1 τὸ + Jh | σῶμα] τὴν σάρκα S | ἐμβιβάζονται: »werden die Seelen hineingetan« S 2 ἐξήμαρτον Jh | μὲν ὡς] γὰρ S 3 γέγειν] οἱ λέγοντες S | ὁτὲ δὲ — γεγονέναι Ζ. 4] »ein andermal wieder, der Versündigung halber seien sie in den Leib hineingetan wie in eine Fessel« S 4 καὶ δεσμὸν U 5 ἦν ἄρα S 93 | ἐξ ἀρχῆς αὐταῖς < S 6 δ: »wenn er« übersetzt S 7 εἰ δὲ V 368 | παγὶς — δεσμός Ζ. 8] »als Fessel das Fleisch der Seele gegeben wurde« S | αὐτὸ V Holl: αὐτῶ U | πέδα V 8f ἁμαρτήσαν . τί U (DdJh): etwa »während er leiblos war vor dem Sündigen« S 9 τῶ ἁμαρτήσαντι V U S: zu tilgen, falls nicht das 1. ἁμαρτήσαντι verderbt oder danach etwas ausgefallen | δεσμὰ — πέδαι Ζ. 10] »Strafen und Fesseln« S 10 δύνασθαι < S 11 εἰναι δεσμὸν S | τὸ μὲν σῶμα < S 12 ἄδικον κ. πρὸς τὸ δίκ. S | Ph συνεργεῖν (τὸ σῶμα) πρὸς ἃ ἡ ψυχὴ ἐπιτρέπει 13 γὰρ < S 14 ἐκτὸς] πάντως od. ἐκ παντὸς + S 16 συναίτιον U 141v | κακῶν τ. ψ. κ. ἀγαθῶν U 16 ἡμάρτομεν διάγοντες U (διαγαγόντες Jh) 16 f κακίας ἐκ παντός < S 17 ἡδονῆς] telom (σώματος) S wohl aus slastjm »Lüsten« 18 δελεασθέντες < S 19 περὶ — δεδηλωκέναι S. 312, 4 < S)

312
τοῦ μὴ ἐγχωρεῖν αὐτὸ νομίζεσθαι διὰ τὴν παράβασιν δεσμὸν ἐπὶ τιμωρίᾳ γεγονότα, ἵν᾿ ἀκήρατον ἡ ψυχὴ καὶ συνεχῆ κατ’ αὐτοὺς βάσανον ἔχῃ νεκροφοροῦσα, δοκῶ μοι πλήρη ταῦτα ἤδη μετὰ πάσης ἀποδείξεως δεδηλωκέναι. ὅθεν ἀσύστατον καὶ ἀνένδεκτον τὸ μὲν σῶμα παγίδα τίθεσθαι καὶ δεσμά, τὸν δὲ θεὸν εἰσάγειν τὰς ψυχὰς εἰς τὴν παγίδα δίκην ὑφεξούσας, ἄνωθεν ἐκ τοῦ τρίτου ἐκβάλλοντα οὐρανοῦ ἀνθ᾿ ὡν παρήκουσαν τῆς ἐντολῆς.